Baruch 5

Greek OT: LXX [A] Unaccented

← Baruch 4  

1 εκδυσαι ιερουσαλημ την στολην του πενθους και της κακωσεως σου και ενδυσαι την ευπρεπειαν της παρα του θεου δοξης εις τον αιωνα

2 περιβαλου την διπλοιδα της παρα του θεου δικαιοσυνης επιθου την μιτραν επι την κεφαλην σου της δοξης του αιωνιου

3 ο γαρ θεος δειξει τη υπ' ουρανον παση την σην λαμπροτητα

4 κληθησεται γαρ σου το ονομα παρα του θεου εις τον αιωνα ειρηνη δικαιοσυνης και δοξα θεοσεβειας

5 αναστηθι ιερουσαλημ και στηθι επι του υψηλου και περιβλεψαι προς ανατολας και ιδε σου συνηγμενα τα τεκνα απο ηλιου δυσμων εως ανατολων τω ρηματι του αγιου χαιροντας τη του θεου μνεια

6 εξηλθον γαρ παρα σου πεζοι αγομενοι υπο εχθρων εισαγει δε αυτους ο θεος προς σε αιρομενους μετα δοξης ως θρονον βασιλειας

7 συνεταξεν γαρ ο θεος ταπεινουσθαι παν ορος υψηλον και θινας αεναους και φαραγγας πληρουσθαι εις ομαλισμον της γης ινα βαδιση ισραηλ ασφαλως τη του θεου δοξη

8 εσκιασαν δε και οι δρυμοι και παν ξυλον ευωδιας τω ισραηλ προσταγματι του θεου

9 ηγησεται γαρ ο θεος ισραηλ μετ' ευφροσυνης τω φωτι της δοξης αυτου συν ελεημοσυνη και δικαιοσυνη τη παρ' αυτου

← Baruch 4  

Přeložit:
Sdílet: