Baruch 1

Greek OT: LXX [A] Unaccented

Baruch 2 →

1 και ουτοι οι λογοι του βιβλιου ους εγραψεν βαρουχ υιος νηριου υιου μαασαιου υιου σεδεκιου υιου ασαδιου υιου χελκιου εν βαβυλωνι

2 εν τω ετει τω πεμπτω εν εβδομη του μηνος εν τω καιρω ω ελαβον οι χαλδαιοι την ιερουσαλημ και ενεπρησαν αυτην εν πυρι

3 και ανεγνω βαρουχ τους λογους του βιβλιου τουτου εν ωσιν ιεχονιου υιου ιωακιμ βασιλεως ιουδα και εν ωσι παντος του λαου των ερχομενων προς την βιβλον

4 και εν ωσιν των δυνατων και υιων των βασιλεων και εν ωσι των πρεσβυτερων και εν ωσι παντος του λαου απο μικρου εως μεγαλου παντων των κατοικουντων εν βαβυλωνι επι ποταμου σουδ

5 και εκλαιον και ενηστευον και ηυχοντο εναντιον κυριου

6 και συνηγαγον αργυριον καθα εκαστου ηδυνατο η χειρ

7 και απεστειλαν εις ιερουσαλημ προς ιωακιμ υιον χελκιου υιου σαλωμ τον ιερεα και προς τους ιερεις και προς παντα τον λαον τους ευρεθεντας μετ' αυτου εν ιερουσαλημ

8 εν τω λαβειν αυτον τα σκευη οικου κυριου τα εξενεχθεντα εκ του ναου αποστρεψαι εις γην ιουδα τη δεκατη του σιουαν σκευη αργυρα α εποιησεν σεδεκιας υιος ιωσια βασιλευς ιουδα

9 μετα το αποικισαι ναβουχοδονοσορ βασιλεα βαβυλωνος τον ιεχονιαν και τους αρχοντας και τους δεσμωτας και τους δυνατους και τον λαον της γης απο ιερουσαλημ και ηγαγεν αυτον εις βαβυλωνα

10 και ειπαν ιδου απεστειλαμεν προς υμας αργυριον και αγορασατε του αργυριου ολοκαυτωματα και περι αμαρτιας και λιβανον και ποιησατε μαννα και ανοισατε επι το θυσιαστηριον κυριου θεου ημων

11 και προσευξασθε περι της ζωης ναβουχοδονοσορ βασιλεως βαβυλωνος και εις ζωην βαλτασαρ υιου αυτου ινα ωσιν αι ημεραι αυτων ως αι ημεραι του ουρανου επι της γης

12 και δωσει κυριος ισχυν ημιν και φωτισει τους οφθαλμους ημων και ζησομεθα υπο την σκιαν ναβουχοδονοσορ βασιλεως βαβυλωνος και υπο την σκιαν βαλτασαρ υιου αυτου και δουλευσομεν αυτοις ημερας πολλας και ευρησομεν χαριν εναντιον αυτων

13 και προσευξασθε περι ημων προς κυριον τον θεον ημων οτι ημαρτομεν τω κυριω θεω ημων και ουκ απεστρεψεν ο θυμος κυριου και η οργη αυτου αφ' ημων εως της ημερας ταυτης

14 και αναγνωσεσθε το βιβλιον τουτο ο απεστειλαμεν προς υμας εξαγορευσαι εν οικω κυριου εν ημερα εορτης και εν ημεραις καιρου

15 και ερειτε τω κυριω θεω ημων η δικαιοσυνη ημιν δε αισχυνη των προσωπων ως η ημερα αυτη ανθρωπω ιουδα και τοις κατοικουσιν ιερουσαλημ

16 και τοις βασιλευσιν ημων και τοις αρχουσιν ημων και τοις ιερευσιν ημων και τοις προφηταις ημων και τοις πατρασιν ημων

17 ων ημαρτομεν εναντι κυριου

18 και ηπειθησαμεν αυτω και ουκ ηκουσαμεν της φωνης κυριου θεου ημων πορευεσθαι τοις προσταγμασιν κυριου οις εδωκεν κατα προσωπον ημων

19 απο της ημερας ης εξηγαγεν κυριος τους πατερας ημων εκ γης αιγυπτου και εως της ημερας ταυτης ημεθα απειθουντες προς κυριον θεον ημων και εσχεδιαζομεν προς το μη ακουειν της φωνης αυτου

20 και εκολληθη εις ημας τα κακα και η αρα ην συνεταξεν κυριος τω μωυση παιδι αυτου εν ημερα η εξηγαγεν τους πατερας ημων εκ γης αιγυπτου δουναι ημιν γην ρεουσαν γαλα και μελι ως η ημερα αυτη

21 και ουκ ηκουσαμεν της φωνης κυριου του θεου ημων κατα παντας τους λογους των προφητων ων απεστειλεν προς ημας

22 και ωχομεθα εκαστος εν διανοια καρδιας αυτου της πονηρας εργαζεσθαι θεοις ετεροις ποιησαι τα κακα κατ' οφθαλμους κυριου θεου ημων

Baruch 2 →

Přeložit:
Sdílet: