Amos 6

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Amos 5   Amos 7 →

1 ουαι τοις εξουθενουσιν σιων και τοις πεποιθοσιν επι το ορος σαμαρειας απετρυγησαν αρχας εθνων και εισηλθον αυτοι οικος του ισραηλ

2 διαβητε παντες και ιδετε και διελθατε εκειθεν εις εμαθ ραββα και καταβητε εκειθεν εις γεθ αλλοφυλων τας κρατιστας εκ πασων των βασιλειων τουτων ει πλεονα τα ορια αυτων εστιν των υμετερων οριων

3 οι ερχομενοι εις ημεραν κακην οι εγγιζοντες και εφαπτομενοι σαββατων ψευδων

4 οι καθευδοντες επι κλινων ελεφαντινων και κατασπαταλωντες επι ταις στρωμναις αυτων και εσθοντες εριφους εκ ποιμνιων και μοσχαρια εκ μεσου βουκολιων γαλαθηνα

5 οι επικροτουντες προς την φωνην των οργανων ως εστωτα ελογισαντο και ουχ ως φευγοντα

6 οι πινοντες τον διυλισμενον οινον και τα πρωτα μυρα χριομενοι και ουκ επασχον ουδεν επι τη συντριβη ιωσηφ

7 δια τουτο νυν αιχμαλωτοι εσονται απ' αρχης δυναστων και εξαρθησεται χρεμετισμος ιππων εξ εφραιμ

8 οτι ωμοσεν κυριος καθ' εαυτου διοτι βδελυσσομαι εγω πασαν την υβριν ιακωβ και τας χωρας αυτου μεμισηκα και εξαρω πολιν συν πασιν τοις κατοικουσιν αυτην

9 και εσται εαν υπολειφθωσιν δεκα ανδρες εν οικια μια και αποθανουνται και υπολειφθησονται οι καταλοιποι

10 και λημψονται οι οικειοι αυτων και παραβιωνται του εξενεγκαι τα οστα αυτων εκ του οικου και ερει τοις προεστηκοσι της οικιας ει ετι υπαρχει παρα σοι και ερει ουκετι και ερει σιγα ενεκα του μη ονομασαι το ονομα κυριου

11 διοτι ιδου κυριος εντελλεται και παταξει τον οικον τον μεγαν θλασμασιν και τον οικον τον μικρον ραγμασιν

12 ει διωξονται εν πετραις ιπποι ει παρασιωπησονται εν θηλειαις οτι υμεις εξεστρεψατε εις θυμον κριμα και καρπον δικαιοσυνης εις πικριαν

13 οι ευφραινομενοι επ' ουδενι λογω οι λεγοντες ουκ εν τη ισχυι ημων εσχομεν κερατα

14 διοτι ιδου εγω επεγειρω εφ' υμας οικος του ισραηλ εθνος και εκθλιψουσιν υμας του μη εισελθειν εις εμαθ και εως του χειμαρρου των δυσμων

← Amos 5   Amos 7 →
   Studovat vnitřní smysl
Shrnutí kapitoly

Exploring the Meaning of Amos 6      

By Helen Kennedy

Woe is called upon people who seem to live a life of ease and fill it with pleasures. For example, those who “Eat lambs from the flock.” (Amos 6:4) Following Swedenborg’s correspondences it could mean “Those who attribute innocence (the lamb) to themselves,” or think they are blameless when they have actually sinned. Also, “Do horses run on rocks?”(Amos 6:12) is a great image for when our understanding is filled with only literal or external truths but doesn’t delve into deeper ones that show the Lord’s leading more clearly.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 206


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 576, 1183, 1488, 2832, 5895, 6188, 6297, ...

Apocalypse Revealed 137, 270, 360, 410, 474, 668, 774, ...

Sacred Scripture 85

True Christianity 51


References from Swedenborg's unpublished works:

Apocalypse Explained 163, 279, 316, 355, 375, 376, 448, ...

Marriage 51

Jiný komentář

  Příběhy:




Hop to Similar Bible Verses

Genesis 37:25

1 Samuel 5:8, 10

2 Samuel 8:9

1 Kings 16:24

2 Kings 15:29

2 Chronicles 29:26

Proverbs 1:32, 8:13

Isaiah 5:12, 10:9, 24:8, 28:1, 32:9

Jeremiah 2:3, 5:5, 15, 22:14, 51:14

Ezekiel 12:27, 29:3, 9

Daniel 4:27

Amos 3:9, 10, 11, 15, 4:3, 5:7, 27, 8:3, 7, 9:10

Micah 1:6, 3:1

Nahum 8

Zephaniah 1:12

Hebrews 6:13

James 5:5


Přeložit: