Amos 3

Studovat vnitřní smysl

           

1 ακουσατε τον λογον τουτον ον ελαλησεν κυριος εφ' υμας οικος ισραηλ και κατα πασης φυλης ης ανηγαγον εκ γης αιγυπτου λεγων

2 πλην υμας εγνων εκ πασων φυλων της γης δια τουτο εκδικησω εφ' υμας πασας τας αμαρτιας υμων

3 ει πορευσονται δυο επι το αυτο καθολου εαν μη γνωρισωσιν εαυτους

4 ει ερευξεται λεων εκ του δρυμου αυτου θηραν ουκ εχων ει δωσει σκυμνος φωνην αυτου εκ της μανδρας αυτου καθολου εαν μη αρπαση τι

5 ει πεσειται ορνεον επι την γην ανευ ιξευτου ει σχασθησεται παγις επι της γης ανευ του συλλαβειν τι

6 ει φωνησει σαλπιγξ εν πολει και λαος ου πτοηθησεται ει εσται κακια εν πολει ην κυριος ουκ εποιησεν

7 διοτι ου μη ποιηση κυριος ο θεος πραγμα εαν μη αποκαλυψη παιδειαν αυτου προς τους δουλους αυτου τους προφητας

8 λεων ερευξεται και τις ου φοβηθησεται κυριος ο θεος ελαλησεν και τις ου προφητευσει

9 απαγγειλατε χωραις εν ασσυριοις και επι τας χωρας της αιγυπτου και ειπατε συναχθητε επι το ορος σαμαρειας και ιδετε θαυμαστα πολλα εν μεσω αυτης και την καταδυναστειαν την εν αυτη

10 και ουκ εγνω α εσται εναντιον αυτης λεγει κυριος οι θησαυριζοντες αδικιαν και ταλαιπωριαν εν ταις χωραις αυτων

11 δια τουτο ταδε λεγει κυριος ο θεος τυρος κυκλοθεν η γη σου ερημωθησεται και καταξει εκ σου ισχυν σου και διαρπαγησονται αι χωραι σου

12 ταδε λεγει κυριος ον τροπον οταν εκσπαση ο ποιμην εκ στοματος του λεοντος δυο σκελη η λοβον ωτιου ουτως εκσπασθησονται οι υιοι ισραηλ οι κατοικουντες εν σαμαρεια κατεναντι φυλης και εν δαμασκω ιερεις

13 ακουσατε και επιμαρτυρασθε τω οικω ιακωβ λεγει κυριος ο θεος ο παντοκρατωρ

14 διοτι εν τη ημερα οταν εκδικω ασεβειας του ισραηλ επ' αυτον και εκδικησω επι τα θυσιαστηρια βαιθηλ και κατασκαφησεται τα κερατα του θυσιαστηριου και πεσουνται επι την γην

15 συγχεω και παταξω τον οικον τον περιπτερον επι τον οικον τον θερινον και απολουνται οικοι ελεφαντινοι και προστεθησονται οικοι ετεροι πολλοι λεγει κυριος


Exploring the Meaning of Amos 3      

Napsal(a) Helen Kennedy

A church cannot serve two masters. It cannot peacefully coexist with truths and falsities. To want to live with both and to seek a compromise will cause the church to be laid to waste. The church will perish, and the goods and truths of the Word will be taken away from it.

   Studovat vnitřní smysl

Exploring the Meaning of Amos 3      

Napsal(a) Helen Kennedy

A church cannot serve two masters. It cannot peacefully coexist with truths and falsities. To want to live with both and to seek a compromise will cause the church to be laid to waste. The church will perish, and the goods and truths of the Word will be taken away from it.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 203


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 592, 921, 1453, 2832, 2973, 3869, 6188, ...

Apocalypse Revealed 3, 137, 241, 270, 392, 471, 774

Doctrine of the Lord 4


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 163, 278, 316, 391, 409, 601, 624, ...

De Verbo (The Word) 12

Spiritual Experiences 4762

Scriptural Confirmations 9, 75

Jiný komentář

  Příběhy:


  Biblická studia:  (see all)



Skočit na podobné biblické verše

Genesis 18:17

Exodus 32:34

Deuteronomy 10:15

1 Samuel 9:15

1 Kings 13:5, 22:39

2 Kings 6:33

1 Chronicles 16:13

Job 20:21, 32:19

Proverbs 1:13, 11:16, 28:5

Ecclesiastes 4:1

Isaiah 17:4, 7, 18:4, 21:10, 45:7

Jeremiah 4:19, 22, 26:12, 36:22

Ezekiel 33:3

Hosea 4:1, 5:1, 7:1, 8:13, 10:8

Amos 1:2, 8, 2:10, 4:1, 5:1, 11, 6:3, 8, 11, 7:9, 14, 15

Micah 6:10

Romans 9:5

2 Peter 1:21

Revelation 1, 10:7

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...


Přeložit: