Amos 2

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Amos 1   Amos 3 →

1 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις μωαβ και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ' ων κατεκαυσαν τα οστα βασιλεως της ιδουμαιας εις κονιαν

2 και εξαποστελω πυρ επι μωαβ και καταφαγεται θεμελια των πολεων αυτης και αποθανειται εν αδυναμια μωαβ μετα κραυγης και μετα φωνης σαλπιγγος

3 και εξολεθρευσω κριτην εξ αυτης και παντας τους αρχοντας αυτης αποκτενω μετ' αυτου λεγει κυριος

4 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις υιων ιουδα και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ενεκα του απωσασθαι αυτους τον νομον κυριου και τα προσταγματα αυτου ουκ εφυλαξαντο και επλανησεν αυτους τα ματαια αυτων α εποιησαν οις εξηκολουθησαν οι πατερες αυτων οπισω αυτων

5 και εξαποστελω πυρ επι ιουδαν και καταφαγεται θεμελια ιερουσαλημ

6 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις ισραηλ και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ' ων απεδοντο αργυριου δικαιον και πενητα ενεκεν υποδηματων

7 τα πατουντα επι τον χουν της γης και εκονδυλιζον εις κεφαλας πτωχων και οδον ταπεινων εξεκλιναν και υιος και πατηρ αυτου εισεπορευοντο προς την αυτην παιδισκην οπως βεβηλωσωσιν το ονομα του θεου αυτων

8 και τα ιματια αυτων δεσμευοντες σχοινιοις παραπετασματα εποιουν εχομενα του θυσιαστηριου και οινον εκ συκοφαντιων επινον εν τω οικω του θεου αυτων

9 εγω δε εξηρα τον αμορραιον εκ προσωπου αυτων ου ην καθως υψος κεδρου το υψος αυτου και ισχυρος ην ως δρυς και εξηρα τον καρπον αυτου επανωθεν και τας ριζας αυτου υποκατωθεν

10 και εγω ανηγαγον υμας εκ γης αιγυπτου και περιηγαγον υμας εν τη ερημω τεσσαρακοντα ετη του κατακληρονομησαι την γην των αμορραιων

11 και ελαβον εκ των υιων υμων εις προφητας και εκ των νεανισκων υμων εις αγιασμον μη ουκ εστιν ταυτα υιοι ισραηλ λεγει κυριος

12 και εποτιζετε τους ηγιασμενους οινον και τοις προφηταις ενετελλεσθε λεγοντες ου μη προφητευσητε

13 δια τουτο ιδου εγω κυλιω υποκατω υμων ον τροπον κυλιεται η αμαξα η γεμουσα καλαμης

14 και απολειται φυγη εκ δρομεως και ο κραταιος ου μη κρατηση της ισχυος αυτου και ο μαχητης ου μη σωση την ψυχην αυτου

15 και ο τοξοτης ου μη υποστη και ο οξυς τοις ποσιν αυτου ου μη διασωθη ουδε ο ιππευς ου μη σωση την ψυχην αυτου

16 και ευρησει την καρδιαν αυτου εν δυναστειαις ο γυμνος διωξεται εν εκεινη τη ημερα λεγει κυριος

← Amos 1   Amos 3 →
   Studovat vnitřní smysl
Shrnutí kapitoly

Exploring the Meaning of Amos 2      

By Helen Kennedy

In this chapter, the Lord tells how people in Moab, Judah and Israel will be punished because they're continuing in their evils. Starting in verse 9, He shows that He has the strength to punish them, because He’s already overcome the Amorites, who symbolize evil in general (Secrets of Heaven 6306).

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 202


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 348, 1857, 3881, 6306, 6377, 9489, 10303

Apocalypse Revealed 316

The Lord 4


References from Swedenborg's unpublished works:

Apocalypse Explained 315, 355, 357, 376, 532, 633, 783

Scriptural Confirmations 9, 75

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

Exodus 22:25, 26

Leviticus 18:21

Numbers 6:2, 3, 13:32, 32:13

Deuteronomy 2:7, 8:2, 9:1, 2

Joshua 24:8

Judges 13:7

1 Samuel 3:20

2 Kings 26, 17:19, 25:9

2 Chronicles 14

Job 18:16

Psalms 33:16

Ecclesiastes 9:11

Isaiah 3:14, 15, 5:24, 10:1, 2, 15:1, 30:10

Jeremiah 2:6, 16:19, 17:27, 39:8, 48:1

Ezekiel 25:8

Hosea 8:14, 12:3

Amos 1:4, 14, 3:1, 4:1, 5:11, 7:13, 8:4, 6, 9:1

Micah 2:6

Zephaniah 8

Zechariah 11:5


Přeložit: