Amos 1

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

Amos 2 →

1 λογοι αμως οι εγενοντο εν νακκαριμ εκ θεκουε ους ειδεν υπερ ιερουσαλημ εν ημεραις οζιου βασιλεως ιουδα και εν ημεραις ιεροβοαμ του ιωας βασιλεως ισραηλ προ δυο ετων του σεισμου

2 και ειπεν κυριος εκ σιων εφθεγξατο και εξ ιερουσαλημ εδωκεν φωνην αυτου και επενθησαν αι νομαι των ποιμενων και εξηρανθη η κορυφη του καρμηλου

3 και ειπεν κυριος επι ταις τρισιν ασεβειαις δαμασκου και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ' ων επριζον πριοσιν σιδηροις τας εν γαστρι εχουσας των εν γαλααδ

4 και εξαποστελω πυρ εις τον οικον αζαηλ και καταφαγεται θεμελια υιου αδερ

5 και συντριψω μοχλους δαμασκου και εξολεθρευσω κατοικουντας εκ πεδιου ων και κατακοψω φυλην εξ ανδρων χαρραν και αιχμαλωτευθησεται λαος συριας επικλητος λεγει κυριος

6 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις γαζης και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτους ενεκεν του αιχμαλωτευσαι αυτους αιχμαλωσιαν του σαλωμων του συγκλεισαι εις την ιδουμαιαν

7 και εξαποστελω πυρ επι τα τειχη γαζης και καταφαγεται θεμελια αυτης

8 και εξολεθρευσω κατοικουντας εξ αζωτου και εξαρθησεται φυλη εξ ασκαλωνος και επαξω την χειρα μου επι ακκαρων και απολουνται οι καταλοιποι των αλλοφυλων λεγει κυριος

9 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις τυρου και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτην ανθ' ων συνεκλεισαν αιχμαλωσιαν του σαλωμων εις την ιδουμαιαν και ουκ εμνησθησαν διαθηκης αδελφων

10 και εξαποστελω πυρ επι τα τειχη τυρου και καταφαγεται θεμελια αυτης

11 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις της ιδουμαιας και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτους ενεκα του διωξαι αυτους εν ρομφαια τον αδελφον αυτου και ελυμηνατο μητραν επι γης και ηρπασεν εις μαρτυριον φρικην αυτου και το ορμημα αυτου εφυλαξεν εις νεικος

12 και εξαποστελω πυρ εις θαιμαν και καταφαγεται θεμελια τειχεων αυτης

13 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις υιων αμμων και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ' ων ανεσχιζον τας εν γαστρι εχουσας των γαλααδιτων οπως εμπλατυνωσιν τα ορια αυτων

14 και αναψω πυρ επι τα τειχη ραββα και καταφαγεται θεμελια αυτης μετα κραυγης εν ημερα πολεμου και σεισθησεται εν ημερα συντελειας αυτης

15 και πορευσονται οι βασιλεις αυτης εν αιχμαλωσια οι ιερεις αυτων και οι αρχοντες αυτων επι το αυτο λεγει κυριος

Amos 2 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 201

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 367, 1197, 2606, 3995, 4171, 6419, 6804 ...

Apocalypse Revealed 343, 612

Ukázat odkazy z nepublikovaných děl Swedenborga




Přeložit:
Sdílet: