4 Maccabees 5

Greek OT: LXX [A] Unaccented

← 4 Maccabees 4   4 Maccabees 6 →

1 προκαθισας γε τοι μετα των συνεδρων ο τυραννος αντιοχος επι τινος υψηλου τοπου και των στρατευματων αυτω παρεστηκοτων κυκλοθεν ενοπλων

2 παρεκελευεν τοις δορυφοροις ενα εκαστον εβραιον επισπασθαι και κρεων υειων και ειδωλοθυτων αναγκαζειν απογευεσθαι

3 ει δε τινες μη θελοιεν μιαροφαγησαι τουτους τροχισθεντας αναιρεθηναι

4 πολλων δε συναρπασθεντων εις πρωτος εκ της αγελης ονοματι ελεαζαρος το γενος ιερευς την επιστημην νομικος και την ηλικιαν προηκων και πολλοις των περι τον τυραννον δια την ηλικιαν γνωριμος παρηχθη πλησιον αυτου

5 και αυτον ιδων ο αντιοχος εφη

6 εγω πριν αρξασθαι των κατα σου βασανων ω πρεσβυτα συμβουλευσαιμ' αν σοι ταυτα οπως απογευσαμενος των υειων σωζοιο

7 αιδουμαι γαρ σου την ηλικιαν και την πολιαν ην μετα τοσουτον εχων χρονον ου μοι δοκεις φιλοσοφειν τη ιουδαιων χρωμενος θρησκεια

8 δια τι γαρ της φυσεως κεχαρισμενης καλλιστην την τουδε του ζωου σαρκοφαγιαν βδελυττη

9 και γαρ ανοητον τουτο το μη απολαυειν των χωρις ονειδους ηδεων και αδικον αποστρεφεσθαι τας της φυσεως χαριτας

10 συ δε μοι και ανοητοτερον ποιησειν δοκεις ει κενοδοξων περι το αληθες ετι καμου καταφρονησεις επι τη ιδια τιμωρια

11 ουκ εξυπνωσεις απο της φλυαρου φιλοσοφιας υμων και αποσκεδασεις των λογισμων σου τον ληρον και αξιον της ηλικιας αναλαβων νουν φιλοσοφησεις την του συμφεροντος αληθειαν

12 και προσκυνησας μου την φιλανθρωπον παρηγοριαν οικτιρησεις το σεαυτου γηρας

13 και γαρ ενθυμηθητι ως ει και τις εστιν τησδε της θρησκειας υμων εποπτικη δυναμις συγγνωμονησειεν αν σοι επι παση δι' αναγκην παρανομια γινομενη

14 τουτον τον τροπον επι την εκθεσμον σαρκοφαγιαν εποτρυνοντος του τυραννου λογον ητησεν ο ελεαζαρος

15 και λαβων του λεγειν εξουσιαν ηρξατο δημηγορειν ουτως

16 ημεις αντιοχε θειω πεπεισμενοι νομω πολιτευεσθαι ουδεμιαν αναγκην βιαιοτεραν ειναι νομιζομεν της προς τον νομον ημων ευπειθειας

17 διο δη κατ' ουδενα τροπον παρανομειν αξιουμεν

18 καιτοι ει κατα αληθειαν μη ην ο νομος ημων ως υπολαμβανεις θειος αλλως δε ενομιζομεν αυτον ειναι θειον ουδε ουτως εξον ην ημιν την επι τη ευσεβεια δοξαν ακυρωσαι

19 μη μικραν ουν ειναι νομισης ταυτην ει μιαροφαγησαιμεν αμαρτιαν

20 το γαρ επι μικροις και μεγαλοις παρανομειν ισοδυναμον εστιν

21 δι' εκατερου γαρ ως ομοιως ο νομος υπερηφανειται

22 χλευαζεις δε ημων την φιλοσοφιαν ωσπερ ου μετα ευλογιστιας εν αυτη βιουντων

23 σωφροσυνην τε γαρ ημας εκδιδασκει ωστε πασων των ηδονων και επιθυμιων κρατειν και ανδρειαν εξασκει ωστε παντα πονον εκουσιως υπομενειν

24 και δικαιοσυνην παιδευει ωστε δια παντων των ηθων ισονομειν και ευσεβειαν εκδιδασκει ωστε μονον τον οντα θεον σεβειν μεγαλοπρεπως

25 διο ου μιαροφαγουμεν πιστευοντες γαρ θεου καθεσταναι τον νομον οιδαμεν οτι κατα φυσιν ημιν συμπαθει νομοθετων ο του κοσμου κτιστης

26 τα μεν οικειωθησομενα ημων ταις ψυχαις επετρεψεν εσθιειν τα δε εναντιωθησομενα εκωλυσεν σαρκοφαγειν

27 τυραννικον δε ου μονον αναγκαζειν ημας παρανομειν αλλα και εσθιειν οπως τη εχθιστη ημων μιαροφαγια ταυτη επεγγελασης

28 αλλ' ου γελασεις κατ' εμου τουτον τον γελωτα

29 ουτε τους ιερους των προγονων περι του φυλαξαι τον νομον ορκους ου παρησω

30 ουδ' αν εκκοψειας μου τα ομματα και τα σπλαγχνα μου τηξειας

31 ουχ ουτως ειμι γερων εγω και ανανδρος ωστε μοι δια την ευσεβειαν μη νεαζειν τον λογισμον

32 προς ταυτα τροχους ευτρεπιζε και το πυρ εκφυσα σφοδροτερον

33 ουχ ουτως οικτιρομαι το εμαυτου γηρας ωστε δι' εμαυτου τον πατριον καταλυσαι νομον

34 ου ψευσομαι σε παιδευτα νομε ουδε εξομουμαι σε φιλη εγκρατεια

35 ουδε καταισχυνω σε φιλοσοφε λογε ουδε εξαρνησομαι σε ιερωσυνη τιμια και νομοθεσιας επιστημη

36 ουδε μιανεις μου το σεμνον γηρως στομα ουδε νομιμου βιου ηλικιαν

37 αγνον με οι πατερες εισδεξονται μη φοβηθεντα σου τας μεχρι θανατου αναγκας

38 ασεβων μεν γαρ τυραννησεις των δε εμων υπερ της ευσεβειας λογισμων ουτε λογοις δεσποσεις ουτε δι' εργων

← 4 Maccabees 4   4 Maccabees 6 →

Přeložit:
Sdílet: