4 Maccabees 4

Greek OT: LXX [A] Unaccented

← 4 Maccabees 3   4 Maccabees 5 →

1 σιμων γαρ τις προς ονιαν αντιπολιτευομενος τον ποτε την αρχιερωσυνην εχοντα δια βιου καλον και αγαθον ανδρα επειδη παντα τροπον διαβαλλων υπερ του εθνους ουκ ισχυσεν κακωσαι φυγας ωχετο την πατριδα προδωσων

2 οθεν ηκων προς απολλωνιον τον συριας τε και φοινικης και κιλικιας στρατηγον ελεγεν

3 ευνους ων τοις του βασιλεως πραγμασιν ηκω μηνυων πολλας ιδιωτικων χρηματων μυριαδας εν τοις ιεροσολυμων γαζοφυλακιοις τεθησαυρισθαι τοις ιεροις μη επικοινωνουσας και προσηκειν ταυτα σελευκω τω βασιλει

4 τουτων εκαστα γνους ο απολλωνιος τον μεν σιμωνα της εις τον βασιλεα κηδεμονιας επαινει προς δε τον σελευκον αναβας κατεμηνυσε τον των χρηματων θησαυρον

5 και λαβων την περι αυτων εξουσιαν ταχυ εις την πατριδα ημων μετα του καταρατου σιμωνος και βαρυτατου στρατου

6 προσελθων ταις του βασιλεως εντολαις ηκειν ελεγεν οπως τα ιδιωτικα του γαζοφυλακιου λαβοι χρηματα

7 και του εθνους προς τον λογον σχετλιαζοντος αντιλεγοντος τε πανδεινον ειναι νομισαντες ει οι τας παρακαταθηκας πιστευσαντες τω ιερω θησαυρω στερηθησονται ως οιον τε ην εκωλυον

8 μετα απειλων δε ο απολλωνιος απηει εις το ιερον

9 των δε ιερεων μετα γυναικων και παιδιων εν τω ιερω ικετευσαντων τον θεον υπερασπισαι του ιερου καταφρονουμενου τοπου

10 ανιοντος τε μετα καθωπλισμενης της στρατιας του απολλωνιου προς την των χρηματων αρπαγην ουρανοθεν εφιπποι προυφανησαν αγγελοι περιαστραπτοντες τοις οπλοις και πολυν αυτοις φοβον τε και τρομον ενιεντες

11 καταπεσων γε τοι ημιθανης ο απολλωνιος επι τον παμφυλον του ιερου περιβολον τας χειρας εξετεινεν εις τον ουρανον και μετα δακρυων τους εβραιους παρεκαλει οπως περι αυτου προσευξαμενοι τον ουρανιον εξευμενισωνται στρατον

12 ελεγεν γαρ ημαρτηκως ωστε και αποθανειν αξιος υπαρχειν πασιν τε ανθρωποις υμνησειν σωθεις την του ιερου τοπου μακαριοτητα

13 τουτοις υπαχθεις τοις λογοις ονιας ο αρχιερευς καιπερ αλλως ευλαβηθεις μηποτε νομισειεν ο βασιλευς σελευκος εξ ανθρωπινης επιβουλης και μη θειας δικης ανηρησθαι τον απολλωνιον ηυξατο περι αυτου

14 και ο μεν παραδοξως διασωθεις ωχετο δηλωσων τω βασιλει τα συμβαντα αυτω

15 τελευτησαντος δε σελευκου του βασιλεως διαδεχεται την αρχην ο υιος αυτου αντιοχος ο επιφανης ανηρ υπερηφανος και δεινος

16 ος καταλυσας τον ονιαν της αρχιερωσυνης ιασονα τον αδελφον αυτου κατεστησεν αρχιερεα

17 συνθεμενον δωσειν ει επιτρεψειεν αυτω την αρχην κατ' ενιαυτον τρισχιλια εξακοσια εξηκοντα ταλαντα

18 ο δε επετρεψεν αυτω και αρχιερασθαι και του εθνους αφηγεισθαι

19 και εξεδιητησεν το εθνος και εξεπολιτευσεν επι πασαν παρανομιαν

20 ωστε μη μονον επ' αυτη τη ακρα της πατριδος ημων γυμνασιον κατασκευασαι αλλα και καταλυσαι την του ιερου κηδεμονιαν

21 εφ' οις αγανακτησασα η θεια δικη αυτον αυτοις τον αντιοχον επολεμωσεν

22 επειδη γαρ πολεμων ην κατ' αιγυπτον πτολεμαιω ηκουσεν τε οτι φημης διαδοθεισης περι του τεθναναι αυτον ως ενι μαλιστα χαιροιεν οι ιεροσολυμιται ταχεως επ' αυτους ανεζευξεν

23 και ως επορθησεν αυτους δογμα εθετο οπως ει τινες αυτων φανοιεν τω πατριω πολιτευομενοι νομω θανοιεν

24 και επει κατα μηδενα τροπον ισχυεν καταλυσαι δια των δογματων την του εθνους ευνομιαν αλλα πασας τας εαυτου απειλας και τιμωριας εωρα καταλυομενας

25 ωστε και γυναικας οτι περιετεμον τα παιδια μετα των βρεφων κατακρημνισθηναι προειδυιας οτι τουτο πεισονται

26 επει ουν τα δογματα αυτου κατεφρονειτο υπο του λαου αυτος δια βασανων ενα εκαστον του εθνους ηναγκαζεν μιαρων απογευομενους τροφων εξομνυσθαι τον ιουδαισμον

← 4 Maccabees 3   4 Maccabees 5 →

Přeložit:
Sdílet: