4 Maccabees 3

Greek OT: LXX [A] Unaccented

← 4 Maccabees 2   4 Maccabees 4 →

1 εστιν δε κομιδη γελοιος ο λογος ου γαρ των εαυτου παθων ο λογισμος επικρατειν φαινεται αλλα των σωματικων

2 οιον επιθυμιαν τις ου δυναται εκκοψαι ημων αλλα μη δουλωθηναι τη επιθυμια δυναται ο λογισμος παρασχεσθαι

3 θυμον τις ου δυναται εκκοψαι υμων της ψυχης αλλα τω θυμω δυνατον τον λογισμον βοηθησαι

4 κακοηθειαν τις ημων ου δυναται εκκοψαι αλλα το μη καμφθηναι τη κακοηθεια δυναιτ' αν ο λογισμος συμμαχησαι

5 ου γαρ εκριζωτης των παθων ο λογισμος εστιν αλλα ανταγωνιστης

6 εστιν γουν τουτο δια της δαυιδ του βασιλεως διψης σαφεστερον επιλογισασθαι

7 επει γαρ δι' ολης ημερας προσβαλων τοις αλλοφυλοις ο δαυιδ πολλους αυτων απεκτεινεν μετα των του εθνους στρατιωτων

8 τοτε δη γενομενης εσπερας ιδρων και σφοδρα κεκμηκως επι την βασιλειον σκηνην ηλθεν περι ην ο πας των προγονων στρατος εστρατοπεδευκει

9 οι μεν ουν αλλοι παντες επι το δειπνον ησαν

10 ο δε βασιλευς ως μαλιστα διψων καιπερ αφθονους εχων πηγας ουκ ηδυνατο δι' αυτων ιασασθαι την διψαν

11 αλλα τις αυτον αλογιστος επιθυμια του παρα τοις πολεμιοις υδατος επιτεινουσα συνεφρυγεν και λυουσα κατεφλεγεν

12 οθεν των υπασπιστων επι τη του βασιλεως επιθυμια σχετλιαζοντων δυο νεανισκοι στρατιωται καρτεροι καταιδεσθεντες την του βασιλεως επιθυμιαν τας παντευχιας καθωπλισαντο και καλπην λαβοντες υπερεβησαν τους των πολεμιων χαρακας

13 και λαθοντες τους των πυλων ακροφυλακας διεξηεσαν ανερευνωμενοι κατα παν το των πολεμιων στρατοπεδον

14 και ανευραμενοι την πηγην εξ αυτης θαρραλεως εκομισαν τω βασιλει το ποτον

15 ο δε καιπερ τη διψη διαπυρουμενος ελογισατο πανδεινον ειναι κινδυνον ψυχη λογισθεν ισοδυναμον ποτον αιματι

16 οθεν αντιθεις τη επιθυμια τον λογισμον εσπεισεν το πομα τω θεω

17 δυνατος γαρ ο σωφρων νους νικησαι τας των παθων αναγκας και σβεσαι τας των οιστρων φλεγμονας

18 και τας των σωματων αλγηδονας καθ' υπερβολην ουσας καταπαλαισαι και τη καλοκαγαθια του λογισμου αποπτυσαι πασας τας των παθων επικρατειας

19 ηδη δε και ο καιρος ημας καλει επι την αποδειξιν της ιστοριας του σωφρονος λογισμου

20 επειδη γαρ βαθειαν ειρηνην δια την ευνομιαν οι πατερες ημων ειχον και επραττον καλως ωστε και τον της ασιας βασιλεα σελευκον τον νικανορα και χρηματα εις την ιερουργιαν αυτοις αφορισαι και την πολιτειαν αυτων αποδεχεσθαι

21 τοτε δη τινες προς την κοινην νεωτερισαντες ομονοιαν πολυτροποις εχρησαντο συμφοραις

← 4 Maccabees 2   4 Maccabees 4 →

Přeložit:
Sdílet: