4 Maccabees 2

Greek OT: LXX [A] Unaccented

← 4 Maccabees 1   4 Maccabees 3 →

1 και τι θαυμαστον ει αι της ψυχης επιθυμιαι προς την του καλλους μετουσιαν ακυρουνται

2 ταυτη γουν ο σωφρων ιωσηφ επαινειται οτι διανοια περιεκρατησεν της ηδυπαθειας

3 νεος γαρ ων και ακμαζων προς συνουσιασμον ηκυρωσε τω λογισμω τον των παθων οιστρον

4 και ου μονον δε την της ηδυπαθειας οιστρηλασιαν ο λογισμος επικρατειν φαινεται αλλα και πασης επιθυμιας

5 λεγει γουν ο νομος ουκ επιθυμησεις την γυναικα του πλησιον σου ουδε οσα τω πλησιον σου εστιν

6 καιτοι οτε μη επιθυμειν ειρηκεν ημας ο νομος πολυ πλεον πεισαιμ' αν υμας οτι των επιθυμιων κρατειν δυναται ο λογισμος ωσπερ και των κωλυτικων της δικαιοσυνης παθων

7 επει τινα τις τροπον μονοφαγος ων το ηθος και γαστριμαργος η και μεθυσος μεταπαιδευεται ει μη δηλον οτι κυριος εστιν των παθων ο λογισμος

8 αυτικα γουν τω νομω πολιτευομενος καν φιλαργυρος τις η βιαζεται τον αυτου τροπον τοις δεομενοις δανειζων χωρις τοκων και το δανειον των εβδομαδων ενστασων χρεοκοπουμενος

9 καν φειδωλος τις η υπο του νομου κρατειται δια τον λογισμον μητε επικαρπολογουμενος τους αμητους μητε επιρρωγολογουμενος τους αμπελωνας και επι των ετερων δε εστιν επιγνωναι τουτο οτι των παθων εστιν ο λογισμος κρατων

10 ο γαρ νομος και της προς γονεις ευνοιας κρατει μη καταπροδιδους την αρετην δι' αυτους

11 και της προς γαμετην φιλιας επικρατει δια την παρανομιαν αυτην απελεγχων

12 και της τεκνων φιλιας κυριευει δια κακιαν αυτα κολαζων

13 και της φιλων συνηθειας δεσποζει δια πονηριαν αυτους εξελεγχων

14 και μη νομισητε παραδοξον ειναι οπου και εχθρας επικρατειν ο λογισμος δυναται δια τον νομον μητε δενδροτομων τα ημερα των πολεμιων φυτα τα δε των εχθρων τοις απολεσασι διασωζων και τα πεπτωκοτα συνεγειρων

15 και των βιαιοτερων δε παθων κρατειν ο λογισμος φαινεται φιλαρχιας και κενοδοξιας και αλαζονειας και μεγαλαυχιας και βασκανιας

16 παντα γαρ ταυτα τα κακοηθη παθη ο σωφρων νους απωθειται ωσπερ και τον θυμον και γαρ τουτου δεσποζει

17 θυμουμενος γε τοι μωυσης κατα δαθαν και αβιρων ου θυμω τι κατ' αυτων εποιησεν αλλα λογισμω τον θυμον διητησεν

18 δυνατος γαρ ο σωφρων νους ως εφην κατα των παθων αριστευσαι και τα μεν αυτων μεταθειναι τα δε και ακυρωσαι

19 επει δια τι ο πανσοφος ημων πατηρ ιακωβ τους περι συμεων και λευιν αιτιαται μη λογισμω τους σικιμιτας εθνηδον αποσφαξαντας λεγων επικαταρατος ο θυμος αυτων

20 ει μη γαρ εδυνατο του θυμου ο λογισμος κρατειν ουκ αν ειπεν ουτως

21 οπηνικα γαρ ο θεος τον ανθρωπον κατεσκευασεν τα παθη αυτου και τα ηθη περιεφυτευσεν

22 ηνικα δε επι παντων τον ιερον ηγεμονα νουν δια των αισθητηριων ενεθρονισεν

23 και τουτω νομον εδωκεν καθ' ον πολιτευομενος βασιλευσει βασιλειαν σωφρονα τε και δικαιαν και αγαθην και ανδρειαν

24 πως ουν ειποι τις αν ει των παθων δεσποτης εστιν ο λογισμος ληθης και αγνοιας ου κρατει

← 4 Maccabees 1   4 Maccabees 3 →

Přeložit:
Sdílet: