4 Maccabees 18

Greek OT: LXX [A] Unaccented

← 4 Maccabees 17  

1 ω των αβραμιαιων σπερματων απογονοι παιδες ισραηλιται πειθεσθε τω νομω τουτω και παντα τροπον ευσεβειτε

2 γινωσκοντες οτι των παθων εστιν δεσποτης ο ευσεβης λογισμος και ου μονον των ενδοθεν αλλα και των εξωθεν πονων

3 ανθ' ων δια την ευσεβειαν προεμενοι τα σωματα τοις πονοις εκεινοι ου μονον υπο των ανθρωπων εθαυμασθησαν αλλα και θειας μεριδος κατηξιωθησαν

4 και δι' αυτους ειρηνευσεν το εθνος και την ευνομιαν την επι της πατριδος ανανεωσαμενοι εκπεπορθηκαν τους πολεμιους

5 και ο τυραννος αντιοχος και επι γης τετιμωρηται και αποθανων κολαζεται ως γαρ ουδεν ουδαμως ισχυσεν αναγκασαι τους ιεροσολυμιτας αλλοφυλησαι και των πατριων εθων εκδιαιτηθηναι τοτε απαρας απο των ιεροσολυμων εστρατευσεν επι περσας

6 ελεγεν δε η μητηρ των επτα παιδων και ταυτα τα δικαιωματα τοις τεκνοις

7 οτι εγω εγενηθην παρθενος αγνη ουδε υπερεβην πατρικον οικον εφυλασσον δε την ωκοδομημενην πλευραν

8 ουδε εφθειρεν με λυμεων ερημιας φθορευς εν πεδιω ουδε ελυμηνατο μου τα αγνα της παρθενιας λυμεων απατης οφις

9 εμεινα δε χρονον ακμης συν ανδρι τουτων δε ενηλικων γενομενων ετελευτησεν ο πατηρ αυτων μακαριος μεν εκεινος τον γαρ της ευτεκνιας βιον επιζησας τον της ατεκνιας ουκ ωδυνηθη καιρον

10 ος εδιδασκεν υμας ετι ων συν υμιν τον νομον και τους προφητας

11 τον αναιρεθεντα αβελ υπο καιν ανεγινωσκεν τε υμιν και τον ολοκαρπουμενον ισαακ και τον εν φυλακη ιωσηφ

12 ελεγεν δε υμιν τον ζηλωτην φινεες εδιδασκεν τε υμας τους εν πυρι ανανιαν και αζαριαν και μισαηλ

13 εδοξαζεν δε και τον εν λακκω λεοντων δανιηλ ον εμακαριζεν

14 υπεμιμνησκεν δε υμας και την ησαιου γραφην την λεγουσαν καν δια πυρος διελθης φλοξ ου κατακαυσει σε

15 τον υμνογραφον εμελωδει υμιν δαυιδ λεγοντα πολλαι αι θλιψεις των δικαιων

16 τον σαλωμωντα επαροιμιαζεν υμιν λεγοντα ξυλον ζωης εστιν τοις ποιουσιν αυτου το θελημα

17 τον ιεζεκιηλ επιστοποιει τον λεγοντα ει ζησεται τα οστα τα ξηρα ταυτα

18 ωδην μεν γαρ ην εδιδαξεν μωυσης ουκ επελαθετο διδασκων την λεγουσαν

19 εγω αποκτενω και ζην ποιησω αυτη η ζωη υμων και η μακροτης των ημερων

20 ω πικρας της τοτε ημερας και ου πικρας οτε ο πικρος ελληνων τυραννος πυρ πυρι σβεσας λεβησιν ωμοις και ζεουσι θυμοις αγαγων επι τον καταπελτην και παλιν τας βασανους αυτου τους επτα παιδας της αβρααμιτιδος

21 τας των ομματων κορας επηρωσεν και γλωσσας εξετεμεν και βασανοις ποικιλαις απεκτεινεν

22 υπερ ων η θεια δικη μετηλθεν και μετελευσεται τον αλαστορα τυραννον

23 οι δε αβραμιαιοι παιδες συν τη αθλοφορω μητρι εις πατερων χορον συναγελαζονται ψυχας αγνας και αθανατους απειληφοτες παρα του θεου

24 ω η δοξα εις τους αιωνας των αιωνων αμην

← 4 Maccabees 17  

Přeložit:
Sdílet: