4 Maccabees 17

Greek OT: LXX [A] Unaccented

← 4 Maccabees 16   4 Maccabees 18 →

1 ελεγον δε και των δορυφορων τινες οτι ως εμελλεν συλλαμβανεσθαι και αυτη προς θανατον ινα μη ψαυσειεν τις του σωματος αυτης εαυτην ερριψε κατα της πυρας

2 ω μητηρ συν επτα παισιν καταλυσασα την του τυραννου βιαν και ακυρωσασα τας κακας επινοιας αυτου και δειξασα την της πιστεως γενναιοτητα

3 καθαπερ γαρ συ στεγη επι τους στυλους των παιδων γενναιως ιδρυμενη ακλινης υπηνεγκας τον δια των βασανων σεισμον

4 θαρρει τοιγαρουν ω μητηρ ιεροψυχε την ελπιδα της υπομονης βεβαιαν εχουσα προς τον θεον

5 ουχ ουτως σεληνη κατ' ουρανον συν αστροις σεμνη καθεστηκεν ως συ τους ισαστερους επτα παιδας φωταγωγησασα προς την ευσεβειαν εντιμος καθεστηκας θεω και εστηρισαι συν αυτοις εν ουρανω

6 ην γαρ η παιδοποιια σου απο αβρααμ του πατρος

7 ει δε εξον ημιν ην ωσπερ επι τινος ζωγραφησαι την της ευσεβειας σου ιστοριαν ουκ αν εφριττον οι θεωρουντες ορωντες μητερα επτα τεκνων δι' ευσεβειαν ποικιλας βασανους μεχρι θανατου υπομεινασαν

8 και γαρ αξιον ην και επ' αυτου του επιταφιου αναγραψαι και ταυτα τοις απο του εθνους εις μνειαν λεγομενα

9 ενταυθα γερων ιερευς και γυνη γεραια και επτα παιδες εγκεκηδευνται δια τυραννου βιαν την εβραιων πολιτειαν καταλυσαι θελοντος

10 οι και εξεδικησαν το γενος εις θεον αφορωντες και μεχρι θανατου τας βασανους υπομειναντες

11 αληθως γαρ ην αγων θειος ο δι' αυτων γεγενημενος

12 ηθλοθετει γαρ τοτε αρετη δι' υπομονης δοκιμαζουσα το νικος αφθαρσια εν ζωη πολυχρονιω

13 ελεαζαρ δε προηγωνιζετο η δε μητηρ των επτα παιδων ενηθλει οι δε αδελφοι ηγωνιζοντο

14 ο τυραννος αντηγωνιζετο ο δε κοσμος και ο των ανθρωπων βιος εθεωρει

15 θεοσεβεια δε ενικα τους εαυτης αθλητας στεφανουσα

16 τινες ουκ εθαυμασαν τους της θειας νομοθεσιας αθλητας τινες ουκ εξεπλαγησαν

17 αυτος γε τοι ο τυραννος και ολον το συμβουλιον εθαυμασαν αυτων την υπομονην

18 δι' ην και τω θειω νυν παρεστηκασιν θρονω και τον μακαριον βιουσιν αιωνα

19 και γαρ φησιν ο μωυσης και παντες οι ηγιασμενοι υπο τας χειρας σου

20 και ουτοι ουν αγιασθεντες δια θεον τετιμηνται ου μονον ταυτη τη τιμη αλλα και τω δι' αυτους το εθνος ημων τους πολεμιους μη επικρατησαι

21 και τον τυραννον τιμωρηθηναι και την πατριδα καθαρισθηναι ωσπερ αντιψυχον γεγονοτας της του εθνους αμαρτιας

22 και δια του αιματος των ευσεβων εκεινων και του ιλαστηριου του θανατου αυτων η θεια προνοια τον ισραηλ προκακωθεντα διεσωσεν

23 προς γαρ την ανδρειαν αυτων της αρετης και την επι ταις βασανοις αυτων υπομονην ο τυραννος απιδων ανεκηρυξεν ο αντιοχος τοις στρατιωταις αυτου εις υποδειγμα την εκεινων υπομονην

24 εσχεν τε αυτους γενναιους και ανδρειους εις πεζομαχιαν και πολιορκιαν και εκπορθησας ενικησεν παντας τους πολεμιους

← 4 Maccabees 16   4 Maccabees 18 →

Přeložit:
Sdílet: