4 Maccabees 16

Greek OT: LXX [A] Unaccented

← 4 Maccabees 15   4 Maccabees 17 →

1 ει δε τοινυν και γυνη και γεραια και επτα παιδων μητηρ υπεμεινεν τας μεχρι θανατου βασανους των τεκνων ορωσα ομολογουμενως αυτοκρατωρ εστιν των παθων ο ευσεβης λογισμος

2 απεδειξα ουν οτι ου μονον ανδρες των παθων εκρατησαν αλλα και γυνη των μεγιστων βασανων υπερεφρονησεν

3 και ουχ ουτως οι περι δανιηλ λεοντες ησαν αγριοι ουδε η μισαηλ εκφλεγομενη καμινος λαβροτατω πυρι ως η της φιλοτεκνιας περιεκαιεν εκεινην φυσις ορωσαν αυτης ουτως ποικιλως βασανιζομενους τους επτα υιους

4 αλλα τω λογισμω της ευσεβειας κατεσβεσεν τα τοσαυτα και τηλικαυτα παθη η μητηρ

5 και γαρ τουτο επιλογισασθε οτι δειλοψυχος ει ην η γυνη καιπερ μητηρ ουσα ωλοφυρετο αν επ' αυτοις και ισως αν ταυτα ειπεν

6 ω μελεα εγωγε και πολλακις τρισαθλια ητις επτα παιδας τεκουσα ουδενος μητηρ γεγενημαι

7 ω ματαιοι επτα κυοφοριαι και ανονητοι επτα δεκαμηνοι και ακαρποι τιθηνιαι και ταλαιπωροι γαλακτοτροφιαι

8 ματην δε εφ' υμιν ω παιδες πολλας υπεμεινα ωδινας και χαλεπωτερας φροντιδας ανατροφης

9 ω των εμων παιδων οι μεν αγαμοι οι δε γημαντες ανονητοι ουκ οψομαι υμων τεκνα ουδε μαμμη κληθεισα μακαρισθησομαι

10 ω η πολυπαις και καλλιπαις εγω γυνη χηρα και μονη πολυθρηνος

11 ουδ' αν αποθανω θαπτοντα των υιων εξω τινα

12 αλλα τουτω τω θρηνω ουδενα ωλοφυρετο η ιερα και θεοσεβης μητηρ ουδ' ινα μη αποθανωσιν απετρεπεν αυτων τινα ουδ' ως αποθνησκοντων ελυπηθη

13 αλλ' ωσπερ αδαμαντινον εχουσα τον νουν και εις αθανασιαν ανατικτουσα τον των υιων αριθμον μαλλον υπερ της ευσεβειας επι τον θανατον αυτους προετρεπετο ικετευουσα

14 ω μητερ δι' ευσεβειαν θεου στρατιωτι πρεσβυτι και γυναι δια καρτεριαν και τυραννον ενικησας και εργοις δυνατωτερα και λογοις ευρεθης ανδρος

15 και γαρ οτε συνελημφθης μετα των παιδων ειστηκεις τον ελεαζαρον ορωσα βασανιζομενον και ελεγες τοις παισιν εν τη εβραιδι φωνη

16 ω παιδες γενναιος ο αγων εφ' ον κληθεντες υπερ της διαμαρτυριας του εθνους εναγωνισασθε προθυμως υπερ του πατρωου νομου

17 και γαρ αισχρον τον μεν γεροντα τουτον υπομενειν τας δια την ευσεβειαν αλγηδονας υμας δε τους νεανισκους καταπλαγηναι τας βασανους

18 αναμνησθητε οτι δια τον θεον του κοσμου μετελαβετε και του βιου απελαυσατε

19 και δια τουτο οφειλετε παντα πονον υπομενειν δια τον θεον

20 δι' ον και ο πατηρ ημων αβρααμ εσπευδεν τον εθνοπατορα υιον σφαγιασαι ισαακ και την πατρωαν χειρα ξιφηφορον καταφερομενην επ' αυτον ορων ουκ επτηξεν

21 και δανιηλ ο δικαιος εις λεοντας εβληθη και ανανιας και αζαριας και μισαηλ εις καμινον πυρος απεσφενδονηθησαν και υπεμειναν δια τον θεον

22 και υμεις ουν την αυτην πιστιν προς τον θεον εχοντες μη χαλεπαινετε

23 αλογιστον γαρ ειδοτας ευσεβειαν μη ανθιστασθαι τοις πονοις

24 δια τουτων των λογων η επταμητωρ ενα εκαστον των υιων παρακαλουσα αποθανειν επεισεν μαλλον η παραβηναι την εντολην του θεου

25 ετι δε και ταυτα ειδοτες οτι οι δια τον θεον αποθνησκοντες ζωσιν τω θεω ωσπερ αβρααμ και ισαακ και ιακωβ και παντες οι πατριαρχαι

← 4 Maccabees 15   4 Maccabees 17 →

Přeložit:
Sdílet: