4 Maccabees 15

Greek OT: LXX [A] Unaccented

← 4 Maccabees 14   4 Maccabees 16 →

1 ω λογισμε τεκνων παθων τυραννε και ευσεβεια μητρι τεκνων ποθεινοτερα

2 μητηρ δυειν προκειμενων ευσεβειας και της επτα υιων σωτηριας προσκαιρου κατα την του τυραννου υποσχεσιν

3 την ευσεβειαν μαλλον ηγαπησεν την σωζουσαν εις αιωνιαν ζωην κατα θεον

4 ω τινα τροπον ηθολογησαιμι φιλοτεκνα γονεων παθη ψυχης τε και μορφης ομοιοτητα εις μικρον παιδος χαρακτηρα θαυμασιον εναποσφραγιζομεν μαλιστα δια το των παθων τοις γεννηθεισιν τας μητερας των πατερων καθεσταναι συμπαθεστερας

5 οσω γαρ και ασθενοψυχοι και πολυγονωτεραι υπαρχουσιν αι μητερες τοσουτω μαλλον εισιν φιλοτεκνοτεραι

6 πασων δε των μητερων εγενετο η των επτα παιδων μητηρ φιλοτεκνοτερα ητις επτα κυοφοριαις την προς αυτους επιφυτευομενη φιλοστοργιαν

7 και δια πολλας τας καθ' εκαστον αυτων ωδινας ηναγκασμενη την εις αυτους εχειν συμπαθειαν

8 δια τον προς τον θεον φοβον υπερειδεν την των τεκνων προσκαιρον σωτηριαν

9 ου μην δε αλλα και δια την καλοκαγαθιαν των υιων και την προς τον νομον αυτων ευπειθειαν μειζω την εν αυτοις εσχεν φιλοστοργιαν

10 δικαιοι τε γαρ ησαν και σωφρονες και ανδρειοι και μεγαλοψυχοι και φιλαδελφοι και φιλομητορες ουτως ωστε και μεχρι θανατου τα νομιμα φυλασσοντας πειθεσθαι αυτη

11 αλλ' ομως καιπερ τοσουτων οντων των περι την φιλοτεκνιαν εις συμπαθειαν ελκοντων την μητερα επ' ουδενος αυτων τον λογισμον αυτης αι παμποικιλοι βασανοι ισχυσαν μετατρεψαι

12 αλλα και καθ' ενα παιδα και ομου παντας η μητηρ επι τον της ευσεβειας προετρεπετο θανατον

13 ω φυσις ιερα και φιλτρα γονεων και γενεσι φιλοστοργε και τροφεια και μητερων αδαμαστα παθη

14 καθενα στρεβλουμενον και φλεγομενον ορωσα μητηρ ου μετεβαλλετο δια την ευσεβειαν

15 τας σαρκας των τεκνων εωρα περι το πυρ τηκομενας και τους των ποδων και χειρων δακτυλους επι γης σπαιροντας και τας των κεφαλων μεχρι των περι τα γενεια σαρκας ωσπερ προσωπεια προκειμενας

16 ω πικροτερων νυν πονων πειρασθεισα μητηρ ηπερ των επ' αυτοις ωδινων

17 ω μονη γυναι την ευσεβειαν ολοκληρον αποκυησασα

18 ου μετετρεψεν σε πρωτοτοκος αποπνεων ουδε δευτερος εις σε οικτρον βλεπων εν βασανοις ου τριτος αποψυχων

19 ουδε τους οφθαλμους ενος εκαστου θεωρουσα ταυρηδον επι των βασανων ορωντας τον αυτον αικισμον και τους μυκτηρας προσημειουμενους τον θανατον αυτων ουκ εκλαυσας

20 επι σαρξιν τεκνων ορωσα σαρκας τεκνων αποκαιομενας και επι χερσιν χειρας αποτεμνομενας και επι κεφαλαις κεφαλας αποδειροτομουμενας και επι νεκροις νεκρους πιπτοντας και πολυανδριον ορωσα των τεκνων το χωριον δια των βασανων ουκ εδακρυσας

21 ουχ ουτως σειρηνιοι μελωδιαι ουδε κυκνειοι προς φιληκοιαν φωναι τους ακουοντας εφελκονται ως τεκνων φωναι μετα βασανων μητερα φωνουντων

22 πηλικαις και ποσαις τοτε η μητηρ των υιων βασανιζομενων τροχοις τε και καυτηριοις εβασανιζετο βασανοις

23 αλλα τα σπλαγχνα αυτης ο ευσεβης λογισμος εν αυτοις τοις παθεσιν ανδρειωσας επετεινεν την προσκαιρον φιλοτεκνιαν παριδειν

24 καιπερ επτα τεκνων ορωσα απωλειαν και την των στρεβλων πολυπλοκον ποικιλιαν απασας η γενναια μητηρ εξελυσεν δια την προς θεον πιστιν

25 καθαπερ γαρ εν βουλευτηριω τη εαυτης ψυχη δεινους ορωσα συμβουλους φυσιν και γενεσιν και φιλοτεκνιαν και τεκνων στρεβλας

26 δυο ψηφους κρατουσα μητηρ θανατηφορον τε και σωτηριον υπερ τεκνων

27 ουκ επεγνω την σωζουσαν επτα υιους προς ολιγον χρονον σωτηριαν

28 αλλα της θεοσεβους αβρααμ καρτεριας η θυγατηρ εμνησθη

29 ω μητηρ εθνους εκδικε του νομου και υπερασπιστρια της ευσεβειας και του δια σπλαγχνων αγωνος αθλοφορε

30 ω αρρενων προς καρτεριαν γενναιοτερα και ανδρων προς υπομονην ανδρειοτερα

31 καθαπερ γαρ η νωε κιβωτος εν τω κοσμοπληθει κατακλυσμω κοσμοφορουσα καρτερως υπεμεινεν τους κλυδωνας

32 ουτως συ η νομοφυλαξ πανταχοθεν εν τω των παθων περιαντλουμενη κατακλυσμω και καρτεροις ανεμοις ταις των υιων βασανοις συνεχομενη γενναιως υπεμεινας τους υπερ της ευσεβειας χειμωνας

← 4 Maccabees 14   4 Maccabees 16 →

Přeložit:
Sdílet: