4 Maccabees 14

           

1 προσετι και επι τον αικισμον εποτρυνοντες ως μη μονον των αλγηδονων περιφρονησαι αυτους αλλα και των της φιλαδελφιας παθων κρατησαι

2 ω βασιλεων λογισμοι βασιλικωτεροι και ελευθερων ελευθερωτεροι

3 ω ιερας και ευαρμοστου περι της ευσεβειας των επτα αδελφων συμφωνιας

4 ουδεις εκ των επτα μειρακιων εδειλιασεν ουδε προς τον θανατον ωκνησεν

5 αλλα παντες ωσπερ επ' αθανασιας οδον τρεχοντες επι τον δια των βασανων θανατον εσπευδον

6 καθαπερ αι χειρες και οι ποδες συμφωνως τοις της ψυχης αφηγημασιν κινουνται ουτως οι ιεροι μειρακες εκεινοι ως υπο ψυχης αθανατου της ευσεβειας προς τον υπερ αυτης συνεφωνησαν θανατον

7 ω παναγιε συμφωνων αδελφων εβδομας καθαπερ γαρ επτα της κοσμοποιιας ημεραι περι την ευσεβειαν

8 ουτως περι την εβδομαδα χορευοντες οι μειρακες εκυκλουν τον των βασανων φοβον καταλυοντες

9 νυν ημεις ακουοντες την θλιψιν των νεανιων εκεινων φριττομεν οι δε ου μονον ορωντες αλλ' ουδε μονον ακουοντες τον παραχρημα απειλης λογον αλλα και πασχοντες ενεκαρτερουν και τουτο ταις δια πυρος οδυναις

10 ων τι γενοιτο επαλγεστερον οξεια γαρ και συντομος ουσα η του πυρος δυναμις ταχεως διελυεν τα σωματα

11 και μη θαυμαστον ηγεισθε ει ο λογισμος περιεκρατησε των ανδρων εκεινων εν ταις βασανοις οπου γε και γυναικος νους πολυτροπωτερων υπερεφρονησεν αλγηδονων

12 η μητηρ γαρ των επτα νεανισκων υπηνεγκεν τας εφ' ενι εκαστω των τεκνων στρεβλας

13 θεωρειτε δε πως πολυπλοκος εστιν η της φιλοτεκνιας στοργη ελκουσα παντα προς την των σπλαγχνων συμπαθειαν

14 οπου γε και τα αλογα ζωα ομοιαν την εις τα εξ αυτων γεννωμενα συμπαθειαν και στοργην εχει τοις ανθρωποις

15 και γαρ των πετεινων τα μεν ημερα κατα τας οικιας οροφοιτουντα προασπιζει των νεοττων

16 τα δε κατα κορυφας ορεων και φαραγγων απορρωγας και δενδρων οπας και τας τουτων ακρας εννοσσοποιησαμενα αποτικτει και τον προσιοντα κωλυει

17 ει δε και μη δυναιντο κωλυειν περιιπταμενα κυκλοθεν αυτων αλγουντα τη στοργη ανακαλουμενα τη ιδια φωνη καθ' ο δυναται βοηθει τοις τεκνοις

18 και τι δει την δια των αλογων ζωων επιδεικνυναι προς τα τεκνα συμπαθειαν

19 οπου γε και μελισσαι περι τον της κηρογονιας καιρον επαμυνονται τους προσιοντας και καθαπερ σιδηρω τω κεντρω πλησσουσι τους προσιοντας τη νοσσια αυτων και απαμυνουσιν εως θανατου

20 αλλ' ουχι την αβρααμ ομοψυχον των νεανισκων μητερα μετεκινησεν συμπαθεια τεκνων


Přeložit: