4 Maccabees 13

Greek OT: LXX [A] Unaccented

← 4 Maccabees 12   4 Maccabees 14 →

1 ει δε τοινυν των μεχρι θανατου πονων υπερεφρονησαν οι επτα αδελφοι συνομολογειται πανταχοθεν οτι αυτοδεσποτος εστιν των παθων ο ευσεβης λογισμος

2 ει γαρ τοις παθεσι δουλωθεντες εμιαροφαγησαν ελεγομεν αν τουτοις αυτους νενικησθαι

3 νυνι δε ουχ ουτως αλλα τω επαινουμενω παρα θεω λογισμω περιεγενοντο των παθων

4 ων ουκ εστιν παριδειν την ηγεμονιαν της διανοιας επεκρατησαν γαρ και παθους και πονων

5 πως ουν ουκ εστιν τουτοις την της ευλογιστιας παθοκρατειαν ομολογειν οι των μεν δια πυρος αλγηδονων ουκ επεστραφησαν

6 καθαπερ γαρ προβλητες λιμενων πυργοι τας των κυματων απειλας ανακοπτοντες γαληνον παρεχουσι τοις εισπλεουσι τον ορμον

7 ουτως η επταπυργος των νεανισκων ευλογιστια τον της ευσεβειας οχυρωσασα λιμενα την των παθων ενικησεν ακολασιαν

8 ιερον γαρ ευσεβειας στησαντες χορον παρεθαρσυνον αλληλους λεγοντες

9 αδελφικως αποθανωμεν αδελφοι περι του νομου μιμησωμεθα τους τρεις τους επι της ασσυριας νεανισκους οι της ισοπολιτιδος καμινου κατεφρονησαν

10 μη δειλανδρησωμεν προς την της ευσεβειας επιδειξιν

11 και ο μεν θαρρει αδελφε ελεγεν ο δε ευγενως καρτερησον

12 ο δε καταμνησθεις ελεγεν μνησθητε ποθεν εστε η τινος πατρος χειρι σφαγιασθηναι δια την ευσεβειαν υπεμεινεν ισαακ

13 εις δε εκαστος αλληλους ομου παντες εφορωντες φαιδροι και μαλα θαρραλεοι εαυτους ελεγον τω θεω αφιερωσωμεν εξ ολης της καρδιας τω δοντι τας ψυχας και χρησωμεν τη περι τον νομον φυλακη τα σωματα

14 μη φοβηθωμεν τον δοκουντα αποκτεννειν

15 μεγας γαρ ψυχης αγων και κινδυνος εν αιωνιω βασανω κειμενος τοις παραβασι την εντολην του θεου

16 καθοπλισωμεθα τοιγαρουν την του θειου λογισμου παθοκρατειαν

17 ουτω γαρ θανοντας ημας αβρααμ και ισαακ και ιακωβ υποδεξονται και παντες οι πατερες επαινεσουσιν

18 και ενι εκαστω των αποσπωμενων αυτων αδελφων ελεγον οι περιλειπομενοι μη καταισχυνης ημας αδελφε μηδε ψευση τους προαποθανοντας ημων αδελφους

19 ουκ αγνοειτε δε τα της αδελφοτητος φιλτρα απερ η θεια και πανσοφος προνοια δια πατερων τοις γεννωμενοις εμερισεν και δια της μητρωας φυτευσασα γαστρος

20 εν η τον ισον αδελφοι κατοικησαντες χρονον και εν τω αυτω χρονω πλασθεντες και απο του αυτου αιματος αυξηθεντες και δια της αυτης ψυχης τελεσφορηθεντες

21 και δια των ισων αποτεχθεντες χρονων και απο των αυτων γαλακτοποτουντες πηγων αφ' ων συντρεφονται εναγκαλισματων φιλαδελφοι ψυχαι

22 και αυξονται σφοδροτερον δια συντροφιας και της καθ' ημεραν συνηθειας και της αλλης παιδειας και της ημετερας εν νομω θεου ασκησεως

23 ουτως δη τοινυν καθεστηκυιης συμπαθους της φιλαδελφιας οι επτα αδελφοι συμπαθεστερον εσχον προς αλληλους

24 νομω γαρ τω αυτω παιδευθεντες και τας αυτας εξασκησαντες αρετας και τω δικαιω συντραφεντες βιω μαλλον εαυτους ηγαπων

25 η γαρ ομοζηλια της καλοκαγαθιας επετεινεν αυτων την προς αλληλους ευνοιαν και ομονοιαν

26 συν γαρ τη ευσεβεια ποθεινοτεραν αυτοις κατεσκευαζον την φιλαδελφιαν

27 αλλ' ομως καιπερ της φυσεως και της συνηθειας και των της αρετης ηθων τα της αδελφοτητος αυτοις φιλτρα συναυξοντων ανεσχοντο δια την ευσεβειαν τους αδελφους οι υπολειπομενοι τους καταικιζομενους ορωντες μεχρι θανατου βασανιζομενους

← 4 Maccabees 12   4 Maccabees 14 →

Přeložit:
Sdílet: