4 Maccabees 12

           

1 ως δε και ουτος μακαριως απεθανεν καταβληθεις εις λεβητα ο εβδομος παρεγινετο παντων νεωτερος

2 ον κατοικτιρας ο τυραννος καιπερ δεινως υπο των αδελφων αυτου κακισθεις ορων ηδη τα δεσμα περικειμενα πλησιεστερον αυτον μετεπεμψατο και παρηγορειν επειρατο λεγων

3 της μεν των αδελφων σου απονοιας το τελος ορας δια γαρ απειθειαν στρεβλωθεντες τεθνασιν

4 συ δε ει μεν μη πεισθειης ταλας βασανισθεις και αυτος τεθνηξη προ ωρας

5 πεισθεις δε φιλος εση και των επι της βασιλειας αφηγηση πραγματων

6 και ταυτα παρακαλων την μητερα του παιδος μετεπεμψατο οπως αυτην ελεησας τοσουτων υιων στερηθεισαν παρορμησειεν επι την σωτηριον ευπειθειαν τον περιλειπομενον

7 ο δε της μητρος τη εβραιδι φωνη προτρεψαμενης αυτον ως ερουμεν μετα μικρον υστερον

8 λυσατε με φησιν ειπω τω βασιλει και τοις συν αυτω φιλοις πασιν

9 και επιχαρεντες μαλιστα επι τη επαγγελια του παιδος ταχεως ελυσαν αυτον

10 και δραμων επι πλησιον των τηγανων

11 ανοσιε φησιν και παντων πονηρων ασεβεστατε τυραννε ουκ ηδεσθης παρα του θεου λαβων τα αγαθα και την βασιλειαν τους θεραποντας αυτου κατακτειναι και τους της ευσεβειας ασκητας στρεβλωσαι

12 ανθ' ων ταμιευσεται σε η δικη πυκνοτερω και αιωνιω πυρι και βασανοις αι εις ολον τον αιωνα ουκ ανησουσιν σε

13 ουκ ηδεσθης ανθρωπος ων θηριωδεστατε τους ομοιοπαθεις και εκ των αυτων γεγονοτας στοιχειων γλωττοτομησαι και τουτον καταικισας τον τροπον βασανισαι

14 αλλ' οι μεν ευγενως αποθανοντες επληρωσαν την εις τον θεον ευσεβειαν συ δε κακως οιμωξεις τους της αρετης αγωνιστας αναιτιως αποκτεινας

15 οθεν και αυτος αποθνησκειν μελλων εφη

16 ουκ απαυτομολω της των αδελφων μου αριστειας

17 επικαλουμαι δε τον πατρωον θεον οπως ιλεως γενηται τω εθνει ημων

18 σε δε και εν τω νυν βιω και θανοντα τιμωρησεται

19 και ταυτα κατευξαμενος εαυτον ερριψε κατα των τηγανων και ουτως απεδωκεν


Přeložit: