4 Maccabees 11

           

1 ως δε και ουτος ταις βασανοις καταικισθεις εναπεθανεν ο πεμπτος παρεπηδησεν λεγων

2 ου μελλω τυραννε προς τον υπερ της αρετης βασανισμον παραιτεισθαι

3 αυτος δ' απ' εμαυτου παρηλθον οπως καμε κατακτεινας περι πλειονων αδικηματων οφειλησης τη ουρανιω δικη τιμωριαν

4 ω μισαρετε και μισανθρωπε τι δρασαντας ημας τουτον πορθεις τον τροπον

5 οτι τον παντων κτιστην ευσεβουμεν και κατα τον εναρετον αυτου ζωμεν νομον

6 αλλα ταυτα τιμων ου βασανων εστιν αξια

9 τοιαυτα δε λεγοντα οι δορυφοροι δησαντες αυτον ειλκον επι τον καταπελτην

10 εφ' ον δησαντες αυτον επι τα γονατα και ταυτα ποδαγραις σιδηραις εφαρμοσαντες την οσφυν αυτου περι τροχιαιον σφηνα κατεκαμψαν περι ον ολος περι τον τροχον σκορπιου τροπον ανακλωμενος εξεμελιζετο

11 κατα τουτον τον τροπον και το πνευμα στενοχωρουμενος και το σωμα αγχομενος

12 καλας ελεγεν ακων ω τυραννε χαριτας ημιν χαριζη δια γενναιοτερων πονων επιδειξασθαι παρεχων την εις τον νομον ημων καρτεριαν

13 τελευτησαντος δε και τουτου ο εκτος ηγετο μειρακισκος ος πυνθανομενου του τυραννου ει βουλοιτο φαγων απολυεσθαι ο δε εφη

14 εγω τη μεν ηλικια των αδελφων μου ειμι νεωτερος τη δε διανοια ηλικιωτης

15 εις ταυτα γαρ γεννηθεντες και ανατραφεντες υπερ των αυτων και αποθνησκειν οφειλομεν ομοιως

16 ωστε ει σοι δοκει βασανιζειν μη μιαροφαγουντα βασανιζε

17 ταυτα αυτον ειποντα παρηγον επι τον τροχον

18 εφ' ου κατατεινομενος επιμελως και εκσπονδυλιζομενος υπεκαιετο

19 και οβελισκους οξεις πυρωσαντες τοις νωτοις προσεφερον και τα πλευρα διαπειραντες αυτου τα σπλαγχνα διεκαιον

20 ο δε βασανιζομενος ω ιεροπρεπους αγωνος ελεγεν εφ' ον δια την ευσεβειαν εις γυμνασιαν πονων αδελφοι τοσουτοι κληθεντες ουκ ενικηθημεν

21 ανικητος γαρ εστιν ω τυραννε η ευσεβης επιστημη

22 καλοκαγαθια καθωπλισμενος τεθνηξομαι καγω μετα των αδελφων μου

23 μεγαν σοι και αυτος προσβαλλων αλαστορα καινουργε των βασανων και πολεμιε των αληθως ευσεβουντων

24 εξ μειρακια καταλελυκαμεν σου την τυραννιδα

25 το γαρ μη δυνηθηναι σε μεταπεισαι τον λογισμον ημων μητε βιασασθαι προς την μιαροφαγιαν ου καταλυσις εστιν σου

26 το πυρ σου ψυχρον ημιν και απονοι οι καταπελται και αδυνατος η βια σου

27 ου γαρ τυραννου αλλα θειου νομου προεστηκασιν ημων οι δορυφοροι δια τουτο ανικητον εχομεν τον λογισμον

  

Přeložit: