4 Maccabees 10

           

1 και τουτου τον αοιδιμον θανατον καρτερησαντος ο τριτος ηγετο παρακαλουμενος πολλα υπο πολλων οπως απογευσαμενος σωζοιτο

2 ο δε αναβοησας εφη αγνοειτε οτι αυτος με τοις αποθανουσιν εσπειρεν πατηρ και η αυτη μητηρ εγεννησεν και επι τοις αυτοις ανετραφην δογμασιν

3 ουκ εξομνυμαι την ευγενη της αδελφοτητος συγγενειαν

5 οι δε πικρως ενεγκαντες την παρρησιαν του ανδρος αρθρεμβολοις οργανοις τας χειρας αυτου και τους ποδας εξηρθρουν και εξ αρμων αναμοχλευοντες εξεμελιζον

6 τους δακτυλους και τους βραχιονας και τα σκελη και τους αγκωνας περιεκλων

7 και κατα μηδενα τροπον ισχυοντες αυτον αγξαι περιλυσαντες τα οργανα συν ακραις ταις των δακτυλων κορυφαις απεσκυθιζον

8 και ευθεως ηγον επι τον τροχον περι ον εκ σπονδυλων εκμελιζομενος εωρα τας εαυτου σαρκας περιλακιζομενας και κατα σπλαγχνων σταγονας αιματος απορρεουσας

9 μελλων δε αποθνησκειν εφη

10 ημεις μεν ω μιαρωτατε τυραννε δια παιδειαν και αρετην θεου ταυτα πασχομεν

11 συ δε δια την ασεβειαν και μιαιφονιαν ακαταλυτους καρτερησεις βασανους

12 και τουτου θανοντος αδελφοπρεπως τον τεταρτον επεσπωντο λεγοντες

13 μη μανης και συ τοις αδελφοις σου την αυτην μανιαν αλλα πεισθεις τω βασιλει σωζε σεαυτον

14 ο δε αυτοις εφη ουχ ουτως καυστικωτερον εχετε κατ' εμου το πυρ ωστε με δειλανδρησαι

15 μα τον μακαριον των αδελφων μου θανατον και τον αιωνιον του τυραννου ολεθρον και τον αιδιον των ευσεβων βιον ουκ αρνησομαι την ευγενη αδελφοτητα

16 επινοει τυραννε βασανους ινα και δι' αυτων μαθης οτι αδελφος ειμι των προβασανισθεντων

17 ταυτα ακουσας ο αιμοβορος και φονωδης και παμμιαρωτατος αντιοχος εκελευσεν την γλωτταν αυτου εκτεμειν

18 ο δε εφη καν αφελης το της φωνης οργανον και σιωπωντων ακουει ο θεος

19 ιδου προκεχαλασται η γλωσσα τεμνε ου γαρ παρα τουτο τον λογισμον ημων γλωττοτομησεις

20 ηδεως υπερ του θεου τα του σωματος μελη ακρωτηριαζομεθα

21 σε δε ταχεως μετελευσεται ο θεος την γαρ των θειων υμνων μελωδον γλωτταν εκτεμνεις


Přeložit: