3 Maccabees 7

Greek OT: LXX [A] Unaccented

← 3 Maccabees 6  

1 βασιλευς πτολεμαιος φιλοπατωρ τοις κατ' αιγυπτον στρατηγοις και πασιν τοις τεταγμενοις επι πραγματων χαιρειν και ερρωσθαι

2 ερρωμεθα δε και αυτοι και τα τεκνα ημων κατευθυναντος ημιν του μεγαλου θεου τα πραγματα καθως προαιρουμεθα

3 των φιλων τινες κατα κακοηθειαν πυκνοτερον ημιν παρακειμενοι συνεπεισαν ημας εις το τους υπο την βασιλειαν ιουδαιους συναθροισαντας συστημα κολασασθαι ξενιζουσαις αποστατων τιμωριαις

4 προφερομενοι μηδεποτε ευσταθησειν τα πραγματα ημων δι' ην εχουσιν ουτοι προς παντα τα εθνη δυσμενειαν μεχρι αν συντελεσθη τουτο

5 οι και δεσμιους καταγαγοντες αυτους μετα σκυλμων ως ανδραποδα μαλλον δε ως επιβουλους ανευ πασης ανακρισεως και εξετασεως επεχειρησαν ανελειν νομου σκυθων αγριωτεραν εμπεπορπημενοι ωμοτητα

6 ημεις δε επι τουτοις σκληροτερον διαπειλησαμενοι καθ' ην εχομεν προς απαντας ανθρωπους επιεικειαν μογις το ζην αυτοις χαρισαμενοι και τον επουρανιον θεον εγνωκοτες ασφαλως υπερησπικοτα των ιουδαιων ως πατερα υπερ υιων δια παντος συμμαχουντα

7 την τε του φιλου ην εχουσιν βεβαιαν προς ημας και τους προγονους ημων ευνοιαν αναλογισαμενοι δικαιως απολελυκαμεν πασης καθ' οντινουν αιτιας τροπον

8 και προστεταχαμεν εκαστω παντας εις τα ιδια επιστρεφειν εν παντι τοπω μηθενος αυτους το συνολον καταβλαπτοντος μητε ονειδιζειν περι των γεγενημενων παρα λογον

9 γινωσκετε γαρ οτι κατα τουτων εαν τι κακοτεχνησωμεν πονηρον η επιλυπησωμεν αυτους το συνολον ουκ ανθρωπον αλλα τον πασης δεσποζοντα δυναμεως θεον υψιστον αντικειμενον ημιν επ' εκδικησει των πραγματων κατα παν αφευκτως δια παντος εξομεν ερρωσθε

10 λαβοντες δε την επιστολην ταυτην ουκ εσπουδασαν ευθεως γενεσθαι περι την αφοδον αλλα τον βασιλεα προσηξιωσαν τους εκ του γενους των ιουδαιων τον αγιον θεον αυθαιρετως παραβεβηκοτας και του θεου τον νομον τυχειν δι' αυτων της οφειλομενης κολασεως

11 προφερομενοι τους γαστρος ενεκεν τα θεια παραβεβηκοτας προσταγματα μηδεποτε ευνοησειν μηδε τοις του βασιλεως πραγμασιν

12 ο δε ταληθες αυτους λεγειν παραδεξαμενος και παραινεσας εδωκεν αυτοις αδειαν παντων οπως τους παραβεβηκοτας του θεου τον νομον εξολεθρευσωσιν κατα παντα τον υπο την βασιλειαν αυτου τοπον μετα παρρησιας ανευ πασης βασιλικης εξουσιας και επισκεψεως

13 τοτε κατευφημησαντες αυτον ως πρεπον ην οι τουτων ιερεις και παν το πληθος επιφωνησαντες το αλληλουια μετα χαρας ανελυσαν

14 ουτως τε τον εμπεσοντα των μεμιαμμενων ομοεθνη κατα την οδον εκολαζοντο και μετα παραδειγματισμων ανηρουν

15 εκεινη δε τη ημερα ανειλον υπερ τους τριακοσιους ανδρας ην και ηγαγον ευφροσυνην μετα χαρας βεβηλους χειρωσαμενοι

16 αυτοι δε οι μεχρι θανατου τον θεον εσχηκοτες παντελη σωτηριας απολαυσιν ειληφοτες ανεζευξαν εκ της πολεως παντοιοις ευωδεστατοις ανθεσιν κατεστεμμενοι μετ' ευφροσυνης και βοης εν αινοις και παμμελεσιν υμνοις ευχαριστουντες τω θεω των πατερων αυτων αιωνιω σωτηρι του ισραηλ

17 παραγενηθεντες δε εις πτολεμαιδα την ονομαζομενην δια την του τοπου ιδιοτητα ροδοφορον εν η προσεμεινεν αυτους ο στολος κατα κοινην αυτων βουλην ημερας επτα

18 εκει εποιησαν ποτον σωτηριον του βασιλεως χορηγησαντος αυτοις ευψυχως τα προς την αφιξιν παντα εκαστω εως εις την ιδιαν οικιαν

19 καταχθεντες δε μετ' ειρηνης εν ταις πρεπουσαις εξομολογησεσιν ωσαυτως κακει εστησαν και ταυτας αγειν τας ημερας επι τον της παροικιας αυτων χρονον ευφροσυνους

20 ας και ανιερωσαντες εν στηλη κατα τον της συμποσιας τοπον προσευχης καθιδρυσαντες ανελυσαν ασινεις ελευθεροι υπερχαρεις δια τε γης και θαλασσης και ποταμου ανασωζομενοι τη του βασιλεως επιταγη εκαστος εις την ιδιαν

21 και πλειστην η εμπροσθεν εν τοις εχθροις εξουσιαν εσχηκοτες μετα δοξης και φοβου το συνολον υπο μηδενος διασεισθεντες των υπαρχοντων

22 και παντα τα εαυτων παντες εκομισαντο εξ απογραφης ωστε τους εχοντας τι μετα φοβου μεγιστου αποδουναι αυτοις τα μεγαλεια του μεγιστου θεου ποιησαντος τελειως επι σωτηρια αυτων

23 ευλογητος ο ρυστης ισραηλ εις τους αει χρονους αμην

← 3 Maccabees 6  

Přeložit:
Sdílet: