3 Maccabees 6

Greek OT: LXX [A] Unaccented

← 3 Maccabees 5   3 Maccabees 7 →

1 ελεαζαρος δε τις ανηρ επισημος των απο της χωρας ιερεων εν πρεσβειω την ηλικιαν ηδη λελογχως και παση τη κατα τον βιον αρετη κεκοσμημενος τους περι αυτον καταστειλας πρεσβυτερους επικαλεισθαι τον αγιον θεον προσηυξατο ταδε

2 βασιλευ μεγαλοκρατωρ υψιστε παντοκρατωρ θεε την πασαν διακυβερνων εν οικτιρμοις κτισιν

3 επιδε επι αβρααμ σπερμα επι ηγιασμενου τεκνα ιακωβ μεριδος ηγιασμενης σου λαον εν ξενη γη ξενον αδικως απολλυμενον πατερ

4 συ φαραω πληθυνοντα αρμασιν τον πριν αιγυπτου ταυτης δυναστην επαρθεντα ανομω θρασει και γλωσση μεγαλορρημονι συν τη υπερηφανω στρατια ποντοβροχους απωλεσας φεγγος επιφανας ελεους ισραηλ γενει

5 συ τον αναριθμητοις δυναμεσιν γαυρωθεντα σενναχηριμ βαρυν ασσυριων βασιλεα δορατι την πασαν υποχειριον ηδη λαβοντα γην και μετεωρισθεντα επι την αγιαν σου πολιν βαρεα λαλουντα κομπω και θρασει συ δεσποτα εθραυσας εκδηλον δεικνυς εθνεσιν πολλοις το σον κρατος

6 συ τους κατα την βαβυλωνιαν τρεις εταιρους πυρι την ψυχην αυθαιρετως δεδωκοτας εις το μη λατρευσαι τοις κενοις διαπυρον δροσισας καμινον ερρυσω μεχρι τριχος απημαντους φλογα πασιν επιπεμψας τοις υπεναντιοις

7 συ τον διαβολαις φθονου λεουσι κατα γης ριφεντα θηρσιν βοραν δανιηλ εις φως ανηγαγες ασινη

8 τον τε βυθοτρεφους εν γαστρι κητους ιωναν τηκομενον αφιδων απημαντον πασιν οικειοις ανεδειξας πατερ

9 και νυν μισυβρι πολυελεε των ολων σκεπαστα το ταχος επιφανηθι τοις απο ισραηλ γενους υπο εβδελυγμενων ανομων εθνων υβριζομενοις

10 ει δε ασεβειαις κατα την αποικιαν ο βιος ημων ενεσχηται ρυσαμενος ημας απο εχθρων χειρος ω προαιρη δεσποτα απολεσον ημας μορω

11 μη τοις ματαιοις οι ματαιοφρονες ευλογησατωσαν επι τη των ηγαπημενων σου απωλεια λεγοντες ουδε ο θεος αυτων ερρυσατο αυτους

12 συ δε ο πασαν αλκην και δυναστειαν εχων απασαν αιωνιε νυν επιδε ελεησον ημας τους καθ' υβριν ανομων αλογιστον εκ του ζην μεθισταμενους εν επιβουλων τροπω

13 πτηξατω δε εθνη σην δυναμιν ανικητον σημερον εντιμε δυναμιν εχων επι σωτηρια ιακωβ γενους

14 ικετευει σε το παν πληθος των νηπιων και οι τουτων γονεις μετα δακρυων

15 δειχθητω πασιν εθνεσιν οτι μεθ' ημων ει κυριε και ουκ απεστρεψας το προσωπον σου αφ' ημων αλλα καθως ειπας οτι ουδε εν τη γη των εχθρων αυτων οντων υπερειδον αυτους ουτως επιτελεσον κυριε

16 του δε ελεαζαρου ληγοντος αρτι της προσευχης ο βασιλευς συν τοις θηριοις και παντι τω της δυναμεως φρυαγματι κατα τον ιπποδρομον παρηγεν

17 και θεωρησαντες οι ιουδαιοι μεγα εις ουρανον ανεκραξαν ωστε και τους παρακειμενους αυλωνας συνηχησαντας ακατασχετον πτοην ποιησαι παντι τω στρατοπεδω

18 τοτε ο μεγαλοδοξος παντοκρατωρ και αληθινος θεος επιφανας το αγιον αυτου προσωπον ηνεωξεν τας ουρανιους πυλας εξ ων δεδοξασμενοι δυο φοβεροειδεις αγγελοι κατεβησαν φανεροι πασιν πλην τοις ιουδαιοις

19 και αντεστησαν και την δυναμιν των υπεναντιων επληρωσαν ταραχης και δειλιας και ακινητοις εδησαν πεδαις

20 και υποφρικον και το του βασιλεως σωμα εγενηθη και ληθη το θρασος αυτου το βαρυθυμον ελαβεν

21 και απεστρεψαν τα θηρια επι τας συνεπομενας ενοπλους δυναμεις και κατεπατουν αυτας και ωλεθρευον

22 και μετεστραφη του βασιλεως η οργη εις οικτον και δακρυα υπερ των εμπροσθεν αυτω μεμηχανευμενων

23 ακουσας γαρ της κραυγης και συνιδων πρηνεις απαντας εις την απωλειαν δακρυσας μετ' οργης τοις φιλοις διηπειλειτο λεγων

24 παραβασιλευετε και τυραννους υπερβεβηκατε ωμοτητι και εμε αυτον τον υμων ευεργετην επιχειρειτε της αρχης ηδη και του πνευματος μεθισταν λαθρα μηχανωμενοι τα μη συμφεροντα τη βασιλεια

25 τις τους κρατησαντας ημων εν πιστει τα της χωρας οχυρωματα της οικιας αποστησας εκαστον αλογως ηθροισεν ενθαδε

26 τις τους εξ αρχης ευνοια προς ημας κατα παντα διαφεροντας παντων εθνων και τους χειριστους πλεονακις ανθρωπων επιδεδεγμενους κινδυνους ουτως αθεσμως περιεβαλεν αικιαις

27 λυσατε εκλυσατε αδικα δεσμα εις τα ιδια μετ' ειρηνης εξαποστειλατε τα προπεπραγμενα παραιτησαμενοι

28 απολυσατε τους υιους του παντοκρατορος επουρανιου θεου ζωντος ος αφ' ημετερων μεχρι του νυν προγονων απαραποδιστον μετα δοξης ευσταθειαν παρεχει τοις ημετεροις πραγμασιν

29 ο μεν ουν ταυτα ελεξεν οι δε εν αμερει χρονω λυθεντες τον αγιον σωτηρα θεον αυτων ευλογουν αρτι τον θανατον εκπεφευγοτες

30 ειτα ο βασιλευς εις την πολιν απαλλαγεις τον επι των προσοδων προσκαλεσαμενος εκελευσεν οινους τε και τα λοιπα προς ευωχιαν επιτηδεια τοις ιουδαιοις χορηγειν επι ημερας επτα κρινας αυτους εν ω τοπω εδοξαν τον ολεθρον αναλαμβανειν εν τουτω εν ευφροσυνη παση σωτηρια αγαγειν

31 τοτε οι το πριν επονειδιστοι και πλησιον του αδου μαλλον δε επ' αυτω βεβηκοτες αντι πικρου και δυσαιακτου μορου κωθωνα σωτηριον συστησαμενοι τον εις πτωσιν αυτοις και ταφον ητοιμασμενον τοπον κλισιαις κατεμερισαντο πληρεις χαρμονης

32 καταληξαντες δε θρηνων πανοδυρτον μελος ανελαβον ωδην πατριον τον σωτηρα και τερατοποιον αινουντες θεον οιμωγην τε πασαν και κωκυτον απωσαμενοι χορους συνισταντο ευφροσυνης ειρηνικης σημειον

33 ωσαυτως δε και ο βασιλευς περι τουτων συμποσιον βαρυ συναγαγων αδιαλειπτως εις ουρανον ανθωμολογειτο μεγαλομερως επι τη παραδοξω γενηθειση αυτω σωτηρια

34 οι τε πριν εις ολεθρον και οιωνοβρωτους αυτους εσεσθαι τιθεμενοι και μετα χαρας απογραψαμενοι κατεστεναξαν αισχυνην εφ' εαυτοις περιβαλομενοι και την πυροπνουν τολμαν ακλεως εσβεσμενοι

35 οι τε ιουδαιοι καθως προειρηκαμεν συστησαμενοι τον προειρημενον χορον μετ' ευωχιας εν εξομολογησεσιν ιλαραις και ψαλμοις διηγον

36 και κοινον ορισαμενοι περι τουτων θεσμον επι πασαν την παροικιαν αυτων εις γενεας τας προειρημενας ημερας αγειν εστησαν ευφροσυνους ου ποτου χαριν και λιχνειας σωτηριας δε της δια θεον γενομενης αυτοις

37 ενετυχον δε τω βασιλει την απολυσιν αυτων εις τα ιδια αιτουμενοι

38 απογραφονται δε αυτους απο πεμπτης και εικαδος του παχων εως της τεταρτης του επιφι επι ημερας τεσσαρακοντα συνιστανται δε αυτων την απωλειαν απο πεμπτης του επιφι εως εβδομης ημεραις τρισιν

39 εν αις και μεγαλοδοξως επιφανας το ελεος αυτου ο των παντων δυναστης απταιστους αυτους ερρυσατο ομοθυμαδον

40 ευωχουντο δε πανθ' υπο του βασιλεως χορηγουμενοι μεχρι της τεσσαρεσκαιδεκατης εν η και την εντυχιαν εποιησαντο περι της απολυσεως αυτων

41 συναινεσας δε αυτοις ο βασιλευς εγραψεν αυτοις την υπογεγραμμενην επιστολην προς τους κατα πολιν στρατηγους μεγαλοψυχως την εκτενιαν εχουσαν

← 3 Maccabees 5   3 Maccabees 7 →

Přeložit:
Sdílet: