3 Maccabees 5

Greek OT: LXX [A] Unaccented

← 3 Maccabees 4   3 Maccabees 6 →

1 τοτε προσκαλεσαμενος ερμωνα τον προς τη των ελεφαντων επιμελεια βαρεια μεμεστωμενος οργη και χολω κατα παν αμεταθετος

2 εκελευσεν υπο την επερχομενην ημεραν δαψιλεσι δρακεσι λιβανωτου και οινω πλειονι ακρατω απαντας τους ελεφαντας ποτισαι οντας τον αριθμον πεντακοσιους και αγριωθεντας τη του ποματος αφθονω χορηγια εισαγαγειν προς συναντησιν του μορου των ιουδαιων

3 ο μεν ταδε προστασσων ετρεπετο προς την ευωχιαν συναγαγων τους μαλιστα των φιλων και της στρατιας απεχθως εχοντας προς τους ιουδαιους

4 ο δε ελεφανταρχης το προσταγεν αραροτως ερμων συνετελει

5 οι τε προς τουτοις λειτουργοι κατα την εσπεραν εξιοντες τας των ταλαιπωρουντων εδεσμευον χειρας την τε λοιπην εμηχανωντο περι αυτους ασφαλειαν εννυχον δοξαντες ομου λημψεσθαι το φυλον περας της ολεθριας

6 οι δε πασης σκεπης ερημοι δοκουντες ειναι τοις εθνεσιν ιουδαιοι δια την παντοθεν περιεχουσαν αυτους μετα δεσμων αναγκην

7 τον παντοκρατορα κυριον και πασης δυναμεως δυναστευοντα ελεημονα θεον αυτων και πατερα δυσκαταπαυστω βοη παντες μετα δακρυων επεκαλεσαντο δεομενοι

8 την κατ' αυτων μεταστρεψαι βουλην ανοσιαν και ρυσασθαι αυτους μετα μεγαλομερους επιφανειας εκ του παρα ποδας εν ετοιμω μορου

9 τουτων μεν ουν εκτενως η λιτανεια ανεβαινεν εις τον ουρανον

10 ο δε ερμων τους ανηλεεις ελεφαντας ποτισας πεπληρωμενους της του οινου πολλης χορηγιας και του λιβανου μεμεστωμενους ορθριος επι την αυλην παρην περι τουτων προσαγγειλαι τω βασιλει

11 το δε απ' αιωνος χρονου κτισμα καλον εν νυκτι και ημερα επιβαλλομενον υπο του χαριζομενου πασιν οις αν αυτος θεληση υπνου μερος απεστειλεν εις τον βασιλεα

12 και ηδιστω και βαθει κατεσχεθη τη ενεργεια του δεσποτου της αθεσμου μεν προθεσεως πολυ διεσφαλμενος του δε αμεταθετου λογισμου μεγαλως διεψευσμενος

13 οι τε ιουδαιοι την προσημανθεισαν ωραν διαφυγοντες τον αγιον ηνουν θεον αυτων και παλιν ηξιουν τον ευκαταλλακτον δειξαι μεγαλοσθενους εαυτου χειρος κρατος εθνεσιν υπερηφανοις

14 μεσουσης δε ηδη δεκατης ωρας σχεδον ο προς ταις κλησεσιν τεταγμενος αθροους τους κλητους ιδων ενυξεν προσελθων τον βασιλεα

15 και μολις διεγειρας υπεδειξε τον της συμποσιας καιρον ηδη παρατρεχοντα τον περι τουτων λογον ποιουμενος

16 ον ο βασιλευς λογισαμενος και τραπεις εις τον ποτον εκελευσεν τους παραγεγονοτας επι την συμποσιαν αντικρυς ανακλιναι αυτου

17 ου και γενομενου παρηνει εις ευωχιαν δοντας εαυτους το παρον της συμποσιας επι πολυ γεραιρομενους εις ευφροσυνην καταθεσθαι μερος

18 επι πλειον δε προβαινουσης της ομιλιας τον ερμωνα προσκαλεσαμενος ο βασιλευς μετα πικρας απειλης επυνθανετο τινος ενεκεν αιτιας ειαθησαν οι ιουδαιοι την περιουσαν ημεραν περιβεβιωκοτες

19 του δε υποδειξαντος ετι νυκτος το προσταγεν επι τελος αγειοχεναι και των φιλων αυτω προσμαρτυρησαντων

20 την ωμοτητα χειρονα φαλαριδος εσχηκως εφη τω της σημερον υπνω χαριν εχειν αυτους ανυπερθετως δε εις την επιτελουσαν ημεραν κατα το ομοιον ετοιμασον τους ελεφαντας επι τον των αθεμιτων ιουδαιων αφανισμον

21 ειποντος δε του βασιλεως ασμενως παντες μετα χαρας οι παροντες ομου συναινεσαντες εις τον ιδιον οικον εκαστος ανελυσεν

22 και ουχ ουτως εις υπνον κατεχρησαντο τον χρονον της νυκτος ως εις το παντοιους μηχανασθαι τοις ταλαιπωροις δοκουσιν εμπαιγμους

23 αρτι δε αλεκτρυων εκεκραγεν ορθριος και τα θηρια καθωπλικως ο ερμων εν τω μεγαλω περιστυλω διεκινει

24 τα δε κατα την πολιν πληθη συνηθροιστο προς την οικτροτατην θεωριαν προσδοκωντα την πρωιαν μετα σπουδης

25 οι δε ιουδαιοι κατα τον αμερη ψυχουλκουμενοι χρονον πολυδακρυν ικετειαν εν μελεσιν γοεροις τεινοντες τας χειρας εις τον ουρανον εδεοντο του μεγιστου θεου παλιν αυτοις βοηθησαι συντομως

26 ουπω δε ηλιου βολαι κατεσπειροντο και του βασιλεως τους φιλους εκδεχομενου ο ερμων παραστας εκαλει προς την εξοδον υποδεικνυων το προθυμον του βασιλεως εν ετοιμω κεισθαι

27 του δε αποδεξαμενου και καταπλαγεντος επι τη παρανομω εξοδω κατα παν αγνωσια κεκρατημενος επυνθανετο τι το πραγμα εφ' ου τουτο αυτω μετα σπουδης τετελεσται

28 τουτο δε ην η ενεργεια του παντα δεσποτευοντος θεου των πριν αυτω μεμηχανημενων ληθην κατα διανοιαν εντεθεικοτος

29 υπεδεικνυεν ο ερμων και παντες οι φιλοι τα θηρια και τας δυναμεις ητοιμασθαι βασιλευ κατα την σην εκτενη προθεσιν

30 ο δε επι τοις ρηθεισιν πληρωθεις βαρει χολω δια το περι τουτων προνοια θεου διεσκεδασθαι παν αυτου το νοημα ενατενισας μετα απειλης ειπεν

31 οσοι γονεις παρησαν η παιδων γονοι τηνδε θηρσιν αγριοις εσκευασα αν δαψιλη θοιναν αντι των ανεγκλητων εμοι και προγονοις εμοις αποδεδειγμενων ολοσχερη βεβαιαν πιστιν εξοχως ιουδαιων

32 καιπερ ει μη δια την της συντροφιας στοργην και της χρειας το ζην αντι τουτων εστερηθης

33 ουτως ο ερμων απροσδοκητον επικινδυνον υπηνεγκεν απειλην και τη ορασει και τω προσωπω συνεσταλη

34 ο καθεις δε των φιλων σκυθρωπως υπεκρεων τους συνηθροισμενους απελυσαν εκαστον επι την ιδιαν ασχολιαν

35 οι τε ιουδαιοι τα παρα του βασιλεως ακουσαντες τον επιφανη θεον κυριον βασιλεα των βασιλεων ηνουν και τησδε της βοηθειας αυτου τετευχοτες

36 κατα δε τους αυτους νομους ο βασιλευς συστησαμενος παν το συμποσιον εις ευφροσυνην τραπηναι παρεκαλει

37 τον δε ερμωνα προσκαλεσαμενος μετα απειλης ειπεν ποσακις δε δει σοι περι τουτων αυτων προσταττειν αθλιωτατε

38 τους ελεφαντας ετι και νυν καθοπλισον εις την αυριον επι τον των ιουδαιων αφανισμον

39 οι δε συνανακειμενοι συγγενεις την ασταθη διανοιαν αυτου θαυμαζοντες προεφεροντο ταδε

40 βασιλευ μεχρι τινος ως αλογους ημας διαπειραζεις προστασσων ηδη τριτον αυτους αφανισαι και παλιν επι των πραγματων εκ μεταβολης αναλυων τα σοι δεδογμενα

41 ων χαριν η πολις δια την προσδοκιαν οχλει και πληθυουσα συστροφαις ηδη και κινδυνευει πολλακις διαρπασθηναι

42 οθεν ο κατα παντα φαλαρις βασιλευς εμπληθυνθεις αλογιστιας και τας γινομενας προς επισκοπην των ιουδαιων εν αυτω μεταβολας της ψυχης παρ' ουδεν ηγουμενος ατελεστατον βεβαιως ορκον ορισαμενος τουτους μεν ανυπερθετως πεμψειν εις αδην εν γονασιν και ποσιν θηριων ηκισμενους

43 επιστρατευσαντα δε επι την ιουδαιαν ισοπεδον πυρι και δορατι θησεσθαι δια ταχους και τον αβατον ημιν αυτων ναον πυρι πρηνεα εν ταχει των συντελουντων εκει θυσιας ερημον εις τον απαντα χρονον καταστησειν

44 τοτε περιχαρεις αναλυσαντες οι φιλοι και συγγενεις μετα πιστεως διετασσον τας δυναμεις επι τους ευκαιροτατους τοπους της πολεως προς την τηρησιν

45 ο δε ελεφανταρχης τα θηρια σχεδον ως ειπειν εις καταστεμα μανιωδες αγειοχως ευωδεστατοις πομασιν οινου λελιβανωμενου φοβερως κεκοσμημενα κατασκευαις

46 περι την εω της πολεως ηδη πληθεσιν αναριθμητοις κατα του ιπποδρομου καταμεμεστωμενης εισελθων εις την αυλην επι το προκειμενον ωτρυνε τον βασιλεα

47 ο δε οργη βαρεια γεμισας δυσσεβη φρενα παντι τω βαρει συν τοις θηριοις εξωρμησε βουλομενος ατρωτω καρδια και κοραις οφθαλμων θεασασθαι την επιπονον και ταλαιπωρον των προσεσημαμμενων καταστροφην

48 ως δε των ελεφαντων εξιοντων περι πυλην και της συνεπομενης ενοπλου δυναμεως της τε του πληθους πορειας κονιορτον ιδοντες και βαρυηχη θορυβον ακουσαντες οι ιουδαιοι

49 υστατην βιου ροπην αυτοις εκεινην δοξαντες ειναι το τελος της αθλιωτατης προσδοκιας εις οικτον και γοους τραπεντες κατεφιλουν αλληλους περιπλεκομενοι τοις συγγενεσιν επι τους τραχηλους επιπιπτοντες γονεις παισιν και μητερες νεανισιν ετεραι δε νεογνα προς μαστους εχουσαι βρεφη τελευταιον ελκοντα γαλα

50 ου μην δε αλλα και τας εμπροσθεν αυτων γεγενημενας αντιλημψεις εξ ουρανου συνιδοντες πρηνεις ομοθυμαδον ριψαντες εαυτους και τα νηπια χωρισαντες των μαστων

51 ανεβοησαν φωνη μεγαλη σφοδρα τον της απασης δυναμεως δυναστην ικετευοντες οικτιραι μετα επιφανειας αυτους ηδη προς πυλαις αδου καθεστωτας

← 3 Maccabees 4   3 Maccabees 6 →

Přeložit:
Sdílet: