3 Maccabees 4

Greek OT: LXX [A] Unaccented

← 3 Maccabees 3   3 Maccabees 5 →

1 παντη δε οπου προσεπιπτεν τουτο το προσταγμα δημοτελης συνιστατο τοις εθνεσιν ευωχια μετα αλαλαγμων και χαρας ως αν της προκατεσκιρωμενης αυτοις παλαι κατα διανοιαν μετα παρρησιας νυν εκφαινομενης απεχθειας

2 τοις δε ιουδαιοις αληκτον πενθος ην και πανοδυρτος μετα δακρυων βοη στεναγμοις πεπυρωμενης παντοθεν αυτων της καρδιας ολοφυρομενων την απροσδοκητον εξαιφνης αυτοις επικριθεισαν ολεθριαν

3 τις νομος η πολις η τις το συνολον οικητος τοπος η τινες αγυιαι κοπετου και γοων επ' αυτοις ουκ ενεπιπλωντο

4 ουτως γαρ μετα πικριας ανοικτου ψυχης υπο των κατα πολιν στρατηγων ομοθυμαδον εξαπεστελλοντο ωστε επι ταις εξαλλοις τιμωριαις και τινας των εχθρων λαμβανοντας προ των οφθαλμων τον κοινον ελεον και λογιζομενους την αδηλον του βιου καταστροφην δακρυειν αυτων την δυσαθλιον εξαποστολην

5 ηγετο γαρ γεραιων πληθος πολια πεπυκασμενων την εκ του γηρως νωθροτητα ποδων επικυφον ανατροπης ορμη βιαιας απασης αιδους ανευ προς οξειαν καταχρωμενων πορειαν

6 αι δε αρτι προς βιου κοινωνιαν γαμικον υπεληλυθυιαι παστον νεανιδες αντι τερψεως μεταλαβουσαι γοους και κονει την μυροβρεχη πεφυρμεναι κομην ακαλυπτως δε αγομεναι θρηνον ανθ' υμεναιων ομοθυμαδον εξηρχον ως εσπαραγμεναι σκυλμοις αλλοεθνεσιν

7 δεσμιαι δε δημοσια μεχρι της εις το πλοιον εμβολης ειλκοντο μετα βιας

8 οι τε τουτων συνζυγεις βροχοις αντι στεφεων τους αυχενας περιπεπλεγμενοι μετα ακμαιας νεανικης ηλικιας αντι ευωχιας και νεωτερικης ραθυμιας τας επιλοιπους των γαμων ημερας εν θρηνοις διηγον παρα ποδας ηδη τον αδην ορωντες κειμενον

9 κατηχθησαν δε θηριων τροπον αγομενοι σιδηροδεσμοις αναγκαις οι μεν τοις ζυγοις των πλοιων προσηλωμενοι τους τραχηλους οι δε τους ποδας αρρηκτοις κατησφαλισμενοι πεδαις

10 ετι και τω καθυπερθε πυκνω σανιδωματι διακειμενω οπως παντοθεν εσκοτισμενοι τους οφθαλμους αγωγην επιβουλων εν παντι τω καταπλω λαμβανωσιν

11 τουτων δε επι την λεγομενην σχεδιαν αχθεντων και του παραπλου περανθεντος καθως ην δεδογματισμενον τω βασιλει προσεταξεν αυτους εν τω προ της πολεως ιπποδρομω παρεμβαλειν απλατω καθεστωτι περιμετρω και προς παραδειγματισμον αγαν ευκαιροτατω καθεστωτι πασι τοις καταπορευομενοις εις την πολιν και τοις εκ τουτων εις την χωραν στελλομενοις προς εκδημιαν προς το μηδε ταις δυναμεσιν αυτου κοινωνειν μηδε το συνολον καταξιωσαι περιβολων

12 ως δε τουτο εγενηθη ακουσας τους εκ της πολεως ομοεθνεις κρυβη εκπορευομενους πυκνοτερον αποδυρεσθαι την ακλεη των αδελφων ταλαιπωριαν

13 διοργισθεις προσεταξεν και τουτοις ομου τον αυτον τροπον επιμελως ως εκεινοις ποιησαι μη λειπομενοις κατα μηδενα τροπον της εκεινων τιμωριας

14 απογραφηναι δε παν το φυλον εξ ονοματος ουκ εις την εμπροσθεν βραχει προδεδηλωμενην των εργων καταπονον λατρειαν στρεβλωθεντας δε ταις παρηγγελμεναις αικιαις το τελος αφανισαι μιας υπο καιρον ημερας

15 εγινετο μεν ουν η τουτων απογραφη μετα πικρας σπουδης και φιλοτιμου προσεδρειας απο ανατολων ηλιου μεχρι δυσμων ανηνυτον λαμβανουσα το τελος επι ημερας τεσσαρακοντα

16 μεγαλως δε και διηνεκως ο βασιλευς χαρα πεπληρωμενος συμποσια επι παντων των ειδωλων συνισταμενος πεπλανημενη πορρω της αληθειας φρενι και βεβηλω στοματι τα μεν κωφα και μη δυναμενα αυτοις λαλειν η αρηγειν επαινων εις δε τον μεγιστον θεον τα μη καθηκοντα λαλων

17 μετα δε το προειρημενον του χρονου διαστημα προσηνεγκαντο οι γραμματεις τω βασιλει μηκετι ισχυειν την των ιουδαιων απογραφην ποιεισθαι δια την αμετρητον αυτων πληθυν

18 καιπερ οντων ετι κατα την χωραν των πλειονων των μεν κατα τας οικιας ετι συνεστηκοτων των δε και κατα τοπον ως αδυνατου καθεστωτος πασιν τοις επ' αιγυπτον στρατηγοις

19 απειλησαντος δε αυτοις σκληροτερον ως δεδωροκοπημενοις εις μηχανην της εκφυγης συνεβη σαφως αυτον περι τουτου πιστωθηναι

20 λεγοντων μετα αποδειξεως και την χαρτηριαν ηδη και τους γραφικους καλαμους εν οις εχρωντο εκλελοιπεναι

21 τουτο δε ην ενεργεια της του βοηθουντος τοις ιουδαιοις εξ ουρανου προνοιας ανικητου

← 3 Maccabees 3   3 Maccabees 5 →

Přeložit:
Sdílet: