3 Maccabees 3

Greek OT: LXX [A] Unaccented

← 3 Maccabees 2   3 Maccabees 4 →

1 α και μεταλαμβανων ο δυσσεβης επι τοσουτον εξεχολησεν ωστε ου μονον τοις κατα αλεξανδρειαν διοργιζεσθαι αλλα και τοις εν τη χωρα βαρυτερως εναντιωθηναι και προσταξαι σπευσαντας συναγαγειν παντας επι το αυτο και χειριστω μορω του ζην μεταστησαι

2 τουτων δε οικονομουμενων φημη δυσμενης εξηχειτο κατα του γενους ανθρωποις συμφρονουσιν εις κακοποιησιν αφορμης διδομενης εις διαθεσιν ως αν απο των νομιμων αυτους κωλυοντων

3 οι δε ιουδαιοι την μεν προς τους βασιλεις ευνοιαν και πιστιν αδιαστροφον ησαν φυλασσοντες

4 σεβομενοι δε τον θεον και τω τουτου νομω πολιτευομενοι χωρισμον εποιουν επι τω κατα τας τροφας δι' ην αιτιαν ενιοις απεχθεις εφαινοντο

5 τη δε των δικαιων ευπραξια κοσμουντες την συναναστροφην απασιν ανθρωποις ευδοκιμοι καθειστηκεισαν

6 την μεν ουν περι του γενους εν πασιν θρυλουμενην ευπραξιαν οι αλλοφυλοι ουδαμως διηριθμησαντο

7 την δε περι των προσκυνησεων και τροφων διαστασιν εθρυλουν φασκοντες μητε τω βασιλει μητε ταις δυναμεσιν ομοσπονδους τους ανθρωπους γινεσθαι δυσμενεις δε ειναι και μεγα τι τοις πραγμασιν εναντιουμενους και ου τω τυχοντι περιηψαν ψογω

8 οι δε κατα την πολιν ελληνες ουδεν ηδικημενοι ταραχην απροσδοκητον περι τους ανθρωπους θεωρουντες και συνδρομας απροσκοπους γινομενας βοηθειν μεν ουκ εσθενον τυραννικη γαρ ην η διαθεσις παρεκαλουν δε και δυσφορως ειχον και μεταπεσεισθαι ταυτα υπελαμβανον

9 μη γαρ ουτω παροραθησεσθαι τηλικουτο συστεμα μηδεν ηγνοηκος

10 ηδη δε και τινες γειτονες τε και φιλοι και συμπραγματευομενοι μυστικως τινας επισπωμενοι πιστεις εδιδουν συνασπιειν και παν εκτενες προσοισεσθαι προς αντιλημψιν

11 εκεινος μεν ουν τη κατα το παρον ευημερια γεγαυρωμενος και ου καθορων το του μεγιστου θεου κρατος υπολαμβανων δε διηνεκως εν τη αυτη διαμενειν βουλη εγραψεν κατ' αυτων επιστολην τηνδε

12 βασιλευς πτολεμαιος φιλοπατωρ τοις κατ' αιγυπτον και κατα τοπον στρατηγοις και στρατιωταις χαιρειν και ερρωσθαι

13 ερρωμαι δε και αυτος εγω και τα πραγματα ημων

14 της εις την ασιαν γενομενης ημιν επιστρατειας ης ιστε και αυτοι τη των θεων απροπτωτω συμμαχια κατα λογον επι τελος αχθεισης

15 ηγησαμεθα μη βια δορατος επιεικεια δε και πολλη φιλανθρωπια τιθηνησασθαι τα κατοικουντα κοιλην συριαν και φοινικην εθνη ευ ποιησαι τε ασμενως

16 και τοις κατα πολιν ιεροις απονειμαντες προσοδους πλειστας προηχθημεν και εις τα ιεροσολυμα αναβαντες τιμησαι το ιερον των αλιτηριων και μηδεποτε ληγοντων της ανοιας

17 οι δε λογω μεν την ημετεραν αποδεξαμενοι παρουσιαν τω δε πραγματι νοθως προθυμηθεντων ημων εισελθειν εις τον ναον αυτων και τοις εκπρεπεσιν και καλλιστοις αναθημασιν τιμησαι

18 τυφοις φερομενοι παλαιοτεροις ειρξαν ημας της εισοδου λειπομενοι της ημετερας αλκης δι' ην εχομεν προς απαντας ανθρωπους φιλανθρωπιαν

19 την δε αυτων εις ημας δυσμενειαν εκδηλον καθισταντες ως μονωτατοι των εθνων βασιλευσιν και τοις εαυτων ευεργεταις υψαυχενουντες ουδεν γνησιον βουλονται φερειν

20 ημεις δε τη τουτων ανοια συμπεριενεχθεντες και μετα νικης διακομισθεντες εις την αιγυπτον τοις πασιν εθνεσιν φιλανθρωπως απαντησαντες καθως επρεπεν εποιησαμεν

21 εν δε τουτοις προς τους ομοφυλους αυτων αμνησικακιαν απασιν γνωριζοντες δια τε την συμμαχιαν και τα πεπιστευμενα μετα απλοτητος αυτοις αρχηθεν μυρια πραγματα τολμησαντες εξαλλοιωσαι εβουληθημεν και πολιτειας αυτους αλεξανδρεων καταξιωσαι και μετοχους των αει ιερων καταστησαι

22 οι δε τουναντιον εκδεχομενοι και τη συμφυτω κακοηθεια το καλον απωσαμενοι διηνεκως δε εις το φαυλον εκνευοντες

23 ου μονον απεστρεψαντο την ατιμητον πολιτειαν αλλα και βδελυσσονται λογω τε και σιγη τους εν αυτοις ολιγους προς ημας γνησιως διακειμενους παρ' εκαστα υφορωμενοι μετα της δυσκλεεστατης εμβιωσεως δια ταχους ημας καταστρεψαι τα πραγματα

24 διο και τεκμηριοις καλως πεπεισμενοι τουτους κατα παντα δυσνοειν ημιν τροπον και προνοουμενοι μηποτε αιφνιδιου μετεπειτα ταραχης ενστασης ημιν τους δυσσεβεις τουτους κατα νωτου προδοτας και βαρβαρους εχωμεν πολεμιους

25 προστεταχαμεν αμα τω προσπεσειν την επιστολην τηνδε αυθωρι τους εννεμομενους συν γυναιξι και τεκνοις μετα υβρεων και σκυλμων αποστειλαι προς ημας εν δεσμοις σιδηροις παντοθεν κατακεκλεισμενους εις ανηκεστον και δυσκλεη πρεποντα δυσμενεσι φονον

26 τουτων γαρ ομου κολασθεντων διειληφαμεν εις τον επιλοιπον χρονον τελειως ημιν τα πραγματα εν ευσταθεια και τη βελτιστη διαθεσει κατασταθησεσθαι

27 ος δ' αν σκεπαση τινα των ιουδαιων απο γεραιου μεχρι νηπιου και μεχρι των υπομαστιδιων αισχισταις βασανοις αποτυμπανισθησεται πανοικια

28 μηνυειν δε τον βουλομενον εφ' ω την ουσιαν του εμπιπτοντος υπο την ευθυναν λημψεται και εκ του βασιλικου αργυριου δραχμας δισχιλιας και τη ελευθερια στεφανωθησεται

29 πας δε τοπος ου εαν φωραθη το συνολον σκεπαζομενος ιουδαιος αβατος και πυριφλεγης γινεσθω και παση θνητη φυσει καθ' απαν αχρηστος φανησεται εις τον αει χρονον

30 και ο μεν της επιστολης τυπος ουτως εγεγραπτο

← 3 Maccabees 2   3 Maccabees 4 →

Přeložit:
Sdílet: