3 Maccabees 1

Greek OT: LXX [A] Unaccented

3 Maccabees 2 →

1 ο δε φιλοπατωρ παρα των ανακομισθεντων μαθων την γενομενην των υπ' αυτου κρατουμενων τοπων αφαιρεσιν υπο αντιοχου παραγγειλας ταις πασαις δυναμεσιν πεζικαις τε και ιππικαις και την αδελφην αρσινοην συμπαραλαβων εξωρμησεν μεχρι των κατα ραφιαν τοπων οπου παρεμβεβληκεισαν οι περι αντιοχον

2 θεοδοτος δε τις εκπληρωσαι την επιβουλην διανοηθεις παραλαβων των προυποτεταγμενων αυτω οπλων πτολεμαικων τα κρατιστα διεκομισθη νυκτωρ επι την του πτολεμαιου σκηνην ως μονος κτειναι αυτον και εν τουτω διαλυσαι τον πολεμον

3 τουτον δε διαγαγων δοσιθεος ο δριμυλου λεγομενος το γενος ιουδαιος υστερον δε μεταβαλων τα νομιμα και των πατριων δογματων απηλλοτριωμενος ασημον τινα κατεκλινεν εν τη σκηνη ον συνεβη κομισασθαι την εκεινου κολασιν

4 γενομενης δε καρτερας μαχης και των πραγματων μαλλον ερρωμενων τω αντιοχω ικανως η αρσινοη επιπορευσαμενη τας δυναμεις παρεκαλει μετα οικτου και δακρυων τους πλοκαμους λελυμενη βοηθειν εαυτοις τε και τοις τεκνοις και γυναιξιν θαρραλεως επαγγελλομενη δωσειν νικησασιν εκαστω δυο μνας χρυσιου

5 και ουτως συνεβη τους αντιπαλους εν χειρονομιαις διαφθαρηναι πολλους δε και δοριαλωτους συλλημφθηναι

6 κατακρατησας δε της επιβουλης εκρινεν τας πλησιον πολεις επελθων παρακαλεσαι

7 ποιησας δε τουτο και τοις τεμενεσι δωρεας απονειμας ευθαρσεις τους υποτεταγμενους κατεστησεν

8 των δε ιουδαιων διαπεμψαμενων προς αυτον απο της γερουσιας και των πρεσβυτερων τους ασπασομενους αυτον και ξενια κομιουντας και επι τοις συμβεβηκοσιν χαρισομενους συνεβη μαλλον αυτον προθυμηθηναι ως ταχιστα προς αυτους παραγενεσθαι

9 διακομισθεις δε εις ιεροσολυμα και θυσας τω μεγιστω θεω και χαριτας αποδους και των εξης τι τω τοπω ποιησας και δη παραγενομενος εις τον τοπον και τη σπουδαιοτητι και ευπρεπεια καταπλαγεις

10 θαυμασας δε και την του ιερου ευταξιαν ενεθυμηθη βουλευσασθαι εις τον ναον εισελθειν

11 των δε ειποντων μη καθηκειν γινεσθαι τουτο δια το μηδε τοις εκ του εθνους εξειναι εισιεναι μηδε πασιν τοις ιερευσιν αλλ' η μονω τω προηγουμενω παντων αρχιερει και τουτω κατ' ενιαυτον απαξ ο δε ουδαμως επειθετο

12 του τε νομου παραναγνωσθεντος ουδ' ως απελιπεν προφερομενος εαυτον δειν εισελθειν λεγων και ει εκεινοι εστερηνται ταυτης της τιμης εμε δε ου δει

13 και επυνθανετο δια τινα αιτιαν εισερχομενον αυτον εις παν τεμενος ουθεις εκωλυσεν των παροντων

14 και τις απρονοητως εφη κακως αυτο τουτο τερατευεσθαι

15 γενομενου δε φησιν τουτου δια τινα αιτιαν ουχι παντως εισελευσεσθαι και θελοντων αυτων και μη

16 των δε ιερεων εν πασαις ταις εσθησεσιν προσπεσοντων και δεομενων του μεγιστου θεου βοηθειν τοις ενεστωσιν και την ορμην του κακως επιβαλλομενου μεταθειναι κραυγης τε μετα δακρυων το ιερον εμπλησαντων

17 οι κατα την πολιν απολειπομενοι ταραχθεντες εξεπηδησαν αδηλον τιθεμενοι το γινομενον

18 αι τε κατακλειστοι παρθενοι εν θαλαμοις συν ταις τεκουσαις εξωρμησαν και απεδωκαν κονει τας κομας πασαμεναι γοου τε και στεναγμων ενεπιμπλων τας πλατειας

19 αι δε και προσαρτιως εσταλμεναι τους προς απαντησιν διατεταγμενους παστους και την αρμοζουσαν αιδω παραλειπουσαι δρομον ατακτον εν τη πολει συνισταντο

20 τα δε νεογνα των τεκνων αι προς τουτοις μητερες και τιθηνοι παραλειπουσαι αλλως και αλλως αι μεν κατ' οικους αι δε κατα τας αγυιας ανεπιστρεπτως εις το πανυπερτατον ιερον ηθροιζοντο

21 ποικιλη δε ην των εις τουτο συλλεγεντων η δεησις επι τοις ανοσιως υπ' εκεινου κατεγχειρουμενοις

22 συν τε τουτοις οι περι των πολιτων θρασυνθεντες ουκ ηνειχοντο τελεον αυτου επικειμενου και το της προθεσεως εκπληρουν διανοουμενου

23 φωνησαντες δε την ορμην επι τα οπλα ποιησασθαι και θαρραλεως υπερ του πατρωου νομου τελευταν ικανην εποιησαν εν τω τοπω τραχυτητα μολις δε υπο τε των γεραιων και των πρεσβυτερων αποτραπεντες επι την αυτην της δεησεως παρησαν στασιν

24 και το μεν πληθος ως εμπροσθεν εν τουτοις ανεστρεφετο δεομενον

25 οι δε περι τον βασιλεα πρεσβυτεροι πολλαχως επειρωντο τον αγερωχον αυτου νουν εξιστανειν της εντεθυμημενης επιβουλης

26 θρασυνθεις δε και παντα παραπεμψας ηδη και προσβασιν εποιειτο τελος επιθησειν δοκων τω προειρημενω

27 ταυτα ουν και οι περι αυτον οντες θεωρουντες ετραπησαν εις το συν τοις ημετεροις επικαλεισθαι τον παν κρατος εχοντα τοις παρουσιν επαμυναι μη παριδοντα την ανομον και υπερηφανον πραξιν

28 εκ δε της πυκνοτατης τε και εμπονου των οχλων συναγομενης κραυγης ανεικαστος τις ην βοη

29 δοκειν γαρ ην μη μονον τους ανθρωπους αλλα και τα τειχη και το παν εδαφος ηχειν ατε δη των παντων τοτε θανατον αλλασσομενων αντι της του τοπου βεβηλωσεως

3 Maccabees 2 →

Přeložit:
Sdílet: