2 Maccabees 5

Greek OT: LXX [A] Unaccented

← 2 Maccabees 4   2 Maccabees 6 →

1 περι δε τον καιρον τουτον την δευτεραν εφοδον ο αντιοχος εις αιγυπτον εστειλατο

2 συνεβη δε καθ' ολην την πολιν σχεδον εφ' ημερας τεσσαρακοντα φαινεσθαι δια των αερων τρεχοντας ιππεις διαχρυσους στολας εχοντας και λογχας σπειρηδον εξωπλισμενους και μαχαιρων σπασμους

3 και ιλας ιππων διατεταγμενας και προσβολας γινομενας και καταδρομας εκατερων και ασπιδων κινησεις και καμακων πληθη και βελων βολας και χρυσεων κοσμων εκλαμψεις και παντοιους θωρακισμους

4 διο παντες ηξιουν επ' αγαθω την επιφανειαν γεγενησθαι

5 γενομενης δε λαλιας ψευδους ως μετηλλαχοτος αντιοχου τον βιον παραλαβων ο ιασων ουκ ελαττους των χιλιων αιφνιδιως επι την πολιν συνετελεσατο επιθεσιν των δε επι τω τειχει συνελασθεντων και τελος ηδη καταλαμβανομενης της πολεως ο μενελαος εις την ακροπολιν εφυγαδευσεν

6 ο δε ιασων εποιειτο σφαγας των πολιτων των ιδιων αφειδως ου συννοων την εις τους συγγενεις ευημεριαν δυσημεριαν ειναι την μεγιστην δοκων δε πολεμιων και ουχ ομοεθνων τροπαια καταβαλλεσθαι

7 της μεν αρχης ουκ εκρατησεν το δε τελος της επιβουλης αισχυνην λαβων φυγας παλιν εις την αμμανιτιν απηλθεν

8 περας ουν κακης καταστροφης ετυχεν εγκληθεις προς αρεταν τον των αραβων τυραννον πολιν εκ πολεως φευγων διωκομενος υπο παντων στυγουμενος ως των νομων αποστατης και βδελυσσομενος ως πατριδος και πολιτων δημιος εις αιγυπτον εξεβρασθη

9 και ο συχνους της πατριδος αποξενωσας επι ξενης απωλετο προς λακεδαιμονιους αναχθεις ως δια την συγγενειαν τευξομενος σκεπης

10 και ο πληθος αταφων εκριψας απενθητος εγενηθη και κηδειας ουδ' ηστινοσουν ουτε πατρωου ταφου μετεσχεν

11 προσπεσοντων δε τω βασιλει περι των γεγονοτων διελαβεν αποστατειν την ιουδαιαν οθεν αναζευξας εξ αιγυπτου τεθηριωμενος τη ψυχη ελαβεν την μεν πολιν δοριαλωτον

12 και εκελευσεν τοις στρατιωταις κοπτειν αφειδως τους εμπιπτοντας και τους εις τας οικιας αναβαινοντας κατασφαζειν

13 εγινετο δε νεων και πρεσβυτερων αναιρεσις ανηβων τε και γυναικων και τεκνων αφανισμος παρθενων τε και νηπιων σφαγαι

14 οκτω δε μυριαδες εν ταις πασαις ημεραις τρισιν κατεφθαρησαν τεσσαρες μεν εν χειρων νομαις ουχ ηττον δε των εσφαγμενων επραθησαν

15 ουκ αρκεσθεις δε τουτοις κατετολμησεν εις το πασης της γης αγιωτατον ιερον εισελθειν οδηγον εχων τον μενελαον τον και των νομων και της πατριδος προδοτην γεγονοτα

16 και ταις μιαραις χερσιν τα ιερα σκευη λαμβανων και τα υπ' αλλων βασιλεων ανατεθεντα προς αυξησιν και δοξαν του τοπου και τιμην ταις βεβηλοις χερσιν συσσυρων

17 και εμετεωριζετο την διανοιαν ο αντιοχος ου συνορων οτι δια τας αμαρτιας των την πολιν οικουντων απωργισται βραχεως ο δεσποτης διο γεγονεν περι τον τοπον παρορασις

18 ει δε μη συνεβη προσενεχεσθαι πολλοις αμαρτημασιν καθαπερ ην ο ηλιοδωρος ο πεμφθεις υπο σελευκου του βασιλεως επι την επισκεψιν του γαζοφυλακιου ουτος προαχθεις παραχρημα μαστιγωθεις ανετραπη του θρασους

19 αλλ' ου δια τον τοπον το εθνος αλλα δια το εθνος τον τοπον ο κυριος εξελεξατο

20 διοπερ και αυτος ο τοπος συμμετασχων των του εθνους δυσπετηματων γενομενων υστερον ευεργετηματων εκοινωνησεν και ο καταλειφθεις εν τη του παντοκρατορος οργη παλιν εν τη του μεγαλου δεσποτου καταλλαγη μετα πασης δοξης επανωρθωθη

21 ο γουν αντιοχος οκτακοσια προς τοις χιλιοις απενεγκαμενος εκ του ιερου ταλαντα θαττον εις την αντιοχειαν εχωρισθη οιομενος απο της υπερηφανιας την μεν γην πλωτην και το πελαγος πορευτον θεσθαι δια τον μετεωρισμον της καρδιας

22 κατελιπεν δε και επιστατας του κακουν το γενος εν μεν ιεροσολυμοις φιλιππον το μεν γενος φρυγα τον δε τροπον βαρβαρωτερον εχοντα του καταστησαντος

23 εν δε γαριζιν ανδρονικον προς δε τουτοις μενελαον ος χειριστα των αλλων υπερηρετο τοις πολιταις απεχθη δε προς τους πολιτας ιουδαιους εχων διαθεσιν

24 επεμψεν δε τον μυσαρχην απολλωνιον μετα στρατευματος δισμυριους δε προς τοις δισχιλιοις προσταξας τους εν ηλικια παντας κατασφαξαι τας δε γυναικας και τους νεωτερους πωλειν

25 ουτος δε παραγενομενος εις ιεροσολυμα και τον ειρηνικον υποκριθεις επεσχεν εως της αγιας ημερας του σαββατου και λαβων αργουντας τους ιουδαιους τοις υφ' εαυτον εξοπλησιαν παρηγγειλεν

26 και τους εξελθοντας παντας επι την θεωριαν συνεξεκεντησεν και εις την πολιν συν τοις οπλοις εισδραμων ικανα κατεστρωσεν πληθη

27 ιουδας δε ο και μακκαβαιος δεκατος που γενηθεις και αναχωρησας εις την ερημον θηριων τροπον εν τοις ορεσιν διεζη συν τοις μετ' αυτου και την χορτωδη τροφην σιτουμενοι διετελουν προς το μη μετασχειν του μολυσμου

← 2 Maccabees 4   2 Maccabees 6 →

Přeložit:
Sdílet: