2 Maccabees 4

Greek OT: LXX [A] Unaccented

← 2 Maccabees 3   2 Maccabees 5 →

1 ο δε προειρημενος σιμων ο των χρηματων και της πατριδος ενδεικτης γεγονως εκακολογει τον ονιαν ως αυτος τε ειη τον ηλιοδωρον επισεσεικως και των κακων δημιουργος καθεστηκως

2 και τον ευεργετην της πολεως και τον κηδεμονα των ομοεθνων και ζηλωτην των νομων επιβουλον των πραγματων ετολμα λεγειν

3 της δε εχθρας επι τοσουτον προβαινουσης ωστε και δια τινος των υπο του σιμωνος δεδοκιμασμενων φονους συντελεισθαι

4 συνορων ο ονιας το χαλεπον της φιλονεικιας και απολλωνιον μενεσθεως τον κοιλης συριας και φοινικης στρατηγον συναυξοντα την κακιαν του σιμωνος

5 προς τον βασιλεα διεκομισθη ου γινομενος των πολιτων κατηγορος το δε συμφορον κοινη και κατ' ιδιαν παντι τω πληθει σκοπων

6 εωρα γαρ ανευ βασιλικης προνοιας αδυνατον ειναι τυχειν ειρηνης ετι τα πραγματα και τον σιμωνα παυλαν ου λημψομενον της ανοιας

7 μεταλλαξαντος δε τον βιον σελευκου και παραλαβοντος την βασιλειαν αντιοχου του προσαγορευθεντος επιφανους υπενοθευσεν ιασων ο αδελφος ονιου την αρχιερωσυνην

8 επαγγειλαμενος τω βασιλει δι' εντευξεως αργυριου ταλαντα εξηκοντα προς τοις τριακοσιοις και προσοδου τινος αλλης ταλαντα ογδοηκοντα

9 προς δε τουτοις υπισχνειτο και ετερα διαγραφειν πεντηκοντα προς τοις εκατον εαν επιχωρηθη δια της εξουσιας αυτου γυμνασιον και εφηβειον αυτω συστησασθαι και τους εν ιεροσολυμοις αντιοχεις αναγραψαι

10 επινευσαντος δε του βασιλεως και της αρχης κρατησας ευθεως προς τον ελληνικον χαρακτηρα τους ομοφυλους μετεστησε

11 και τα κειμενα τοις ιουδαιοις φιλανθρωπα βασιλικα δια ιωαννου του πατρος ευπολεμου του ποιησαμενου την πρεσβειαν υπερ φιλιας και συμμαχιας προς τους ρωμαιους παρωσας και τας μεν νομιμους καταλυων πολιτειας παρανομους εθισμους εκαινιζεν

12 ασμενως γαρ υπ' αυτην την ακροπολιν γυμνασιον καθιδρυσεν και τους κρατιστους των εφηβων υποτασσων υπο πετασον ηγαγεν

13 ην δ' ουτως ακμη τις ελληνισμου και προσβασις αλλοφυλισμου δια την του ασεβους και ουκ αρχιερεως ιασωνος υπερβαλλουσαν αναγνειαν

14 ωστε μηκετι περι τας του θυσιαστηριου λειτουργιας προθυμους ειναι τους ιερεις αλλα του μεν νεω καταφρονουντες και των θυσιων αμελουντες εσπευδον μετεχειν της εν παλαιστρη παρανομου χορηγιας μετα την του δισκου προσκλησιν

15 και τας μεν πατρωους τιμας εν ουδενι τιθεμενοι τας δε ελληνικας δοξας καλλιστας ηγουμενοι

16 ων και χαριν περιεσχεν αυτους χαλεπη περιστασις και ων εζηλουν τας αγωγας και καθ' απαν ηθελον εξομοιουσθαι τουτους πολεμιους και τιμωρητας εσχον

17 ασεβειν γαρ εις τους θειους νομους ου ραδιον αλλα ταυτα ο ακολουθος καιρος δηλωσει

18 αγομενου δε πενταετηρικου αγωνος εν τυρω και του βασιλεως παροντος

19 απεστειλεν ιασων ο μιαρος θεωρους ως απο ιεροσολυμων αντιοχεις οντας παρακομιζοντας αργυριου δραχμας τριακοσιας εις την του ηρακλεους θυσιαν ας και ηξιωσαν οι παρακομισαντες μη χρησθαι εις θυσιαν δια το μη καθηκειν εις ετεραν δε καταθεσθαι δαπανην

20 επεσε μεν ουν ταυτα δια μεν τον αποστειλαντα εις την του ηρακλεους θυσιαν ενεκεν δε των παρακομιζοντων εις τας των τριηρεων κατασκευας

21 αποσταλεντος δε εις αιγυπτον απολλωνιου του μενεσθεως δια τα πρωτοκλισια του φιλομητορος βασιλεως μεταλαβων αντιοχος αλλοτριον αυτον των αυτου γεγονεναι πραγματων της καθ' αυτον ασφαλειας εφροντιζεν οθεν εις ιοππην παραγενομενος κατηντησεν εις ιεροσολυμα

22 μεγαλομερως δε υπο του ιασωνος και της πολεως αποδεχθεις μετα δαδουχιας και βοων εισεδεχθη ειθ' ουτως εις την φοινικην κατεστρατοπεδευσεν

23 μετα δε τριετη χρονον απεστειλεν ιασων μενελαον τον του προσημαινομενου σιμωνος αδελφον παρακομιζοντα τα χρηματα τω βασιλει και περι πραγματων αναγκαιων υπομνηματισμους τελεσοντα

24 ο δε συσταθεις τω βασιλει και δοξασας αυτον τω προσωπω της εξουσιας εις εαυτον κατηντησεν την αρχιερωσυνην υπερβαλων τον ιασωνα ταλαντα αργυριου τριακοσια

25 λαβων δε τας βασιλικας εντολας παρεγενετο της μεν αρχιερωσυνης ουδεν αξιον φερων θυμους δε ωμου τυραννου και θηρος βαρβαρου οργας εχων

26 και ο μεν ιασων ο τον ιδιον αδελφον υπονοθευσας υπονοθευθεις υφ' ετερου φυγας εις την αμμανιτιν χωραν συνηλαστο

27 ο δε μενελαος της μεν αρχης εκρατει των δε επηγγελμενων τω βασιλει χρηματων ουδεν ευτακτει

28 ποιουμενου δε την απαιτησιν σωστρατου του της ακροπολεως επαρχου προς τουτον γαρ ην η των διαφορων πραξις δι' ην αιτιαν οι δυο υπο του βασιλεως προσεκληθησαν

29 και ο μεν μενελαος απελιπεν της αρχιερωσυνης διαδοχον λυσιμαχον τον εαυτου αδελφον σωστρατος δε κρατητα τον επι των κυπριων

30 τοιουτων δε συνεστηκοτων συνεβη ταρσεις και μαλλωτας στασιαζειν δια το αντιοχιδι τη παλλακη του βασιλεως εν δωρεα δεδοσθαι

31 θαττον ουν ο βασιλευς ηκεν καταστειλαι τα πραγματα καταλιπων τον διαδεχομενον ανδρονικον των εν αξιωματι κειμενων

32 νομισας δε ο μενελαος ειληφεναι καιρον ευφυη χρυσωματα τινα των του ιερου νοσφισαμενος εχαρισατο τω ανδρονικω και ετερα ετυγχανεν πεπρακως εις τε τυρον και τας κυκλω πολεις

33 α και σαφως επεγνωκως ο ονιας απηλεγχεν αποκεχωρηκως εις ασυλον τοπον επι δαφνης της προς αντιοχειαν κειμενης

34 οθεν ο μενελαος λαβων ιδια τον ανδρονικον παρεκαλει χειρωσασθαι τον ονιαν ο δε παραγενομενος επι τον ονιαν και πεισθεις επι δολω και δεξιασθεις μεθ' ορκων δους δεξιαν καιπερ εν υποψια κειμενος επεισεν εκ του ασυλου προελθειν ον και παραχρημα παρεκλεισεν ουκ αιδεσθεις το δικαιον

35 δι' ην αιτιαν ου μονον ιουδαιοι πολλοι δε και των αλλων εθνων εδειναζον και εδυσφορουν επι τω του ανδρος αδικω φονω

36 του δε βασιλεως επανελθοντος απο των κατα κιλικιαν τοπων ενετυγχανον οι κατα πολιν ιουδαιοι συμμισοπονηρουντων και των ελληνων υπερ του παρα λογον τον ονιαν απεκτονησθαι

37 ψυχικως ουν ο αντιοχος επιλυπηθεις και τραπεις επι ελεος και δακρυσας δια την του μετηλλαχοτος σωφροσυνην και πολλην ευταξιαν

38 και πυρωθεις τοις θυμοις παραχρημα την του ανδρονικου πορφυραν περιελομενος και τους χιτωνας περιρρηξας περιαγαγων καθ' ολην την πολιν επ' αυτον τον τοπον ουπερ τον ονιαν ησεβησεν εκει τον μιαιφονον απεκοσμησεν του κυριου την αξιαν αυτω κολασιν αποδοντος

39 γενομενων δε πολλων ιεροσυληματων κατα την πολιν υπο του λυσιμαχου μετα της του μενελαου γνωμης και διαδοθεισης εξω της φημης επισυνηχθη το πληθος επι τον λυσιμαχον χρυσωματων ηδη πολλων διενηνεγμενων

40 επεγειρομενων δε των οχλων και ταις οργαις διεμπιπλαμενων καθοπλισας ο λυσιμαχος προς τρισχιλιους κατηρξατο χειρων αδικων προηγησαμενου τινος αυρανου προβεβηκοτος την ηλικιαν ουδεν δε ηττον και την ανοιαν

41 συνιδοντες δε και την επιθεσιν του λυσιμαχου συναρπασαντες οι μεν πετρους οι δε ξυλων παχη τινες δε εκ της παρακειμενης σποδου δρασσομενοι φυρδην ενετινασσον εις τους περι τον λυσιμαχον

42 δι' ην αιτιαν πολλους μεν αυτων τραυματιας εποιησαν τινας δε και κατεβαλον παντας δε εις φυγην συνηλασαν αυτον δε τον ιεροσυλον παρα το γαζοφυλακιον εχειρωσαντο

43 περι δε τουτων ενεστη κρισις προς τον μενελαον

44 καταντησαντος δε του βασιλεως εις τυρον επ' αυτου την δικαιολογιαν εποιησαντο οι πεμφθεντες τρεις ανδρες υπο της γερουσιας

45 ηδη δε λελειμμενος ο μενελαος επηγγειλατο χρηματα ικανα τω πτολεμαιω δορυμενους προς το πεισαι τον βασιλεα

46 οθεν απολαβων ο πτολεμαιος εις τι περιστυλον ως αναψυξοντα τον βασιλεα μετεθηκεν

47 και τον μεν της ολης κακιας αιτιον μενελαον απελυσεν των κατηγορημενων τοις δε ταλαιπωροις οιτινες ει και επι σκυθων ελεγον απελυθησαν ακαταγνωστοι τουτοις θανατον επεκρινεν

48 ταχεως ουν την αδικον ζημιαν υπεσχον οι περι πολεως και δημων και των ιερων σκευων προηγορησαντες

49 δι' ην αιτιαν και τυριοι μισοπονηρησαντες τα προς την κηδειαν αυτων μεγαλοπρεπως εχορηγησαν

50 ο δε μενελαος δια τας των κρατουντων πλεονεξιας εμενεν επι τη αρχη επιφυομενος τη κακια μεγας των πολιτων επιβουλος καθεστως

← 2 Maccabees 3   2 Maccabees 5 →

Přeložit:
Sdílet: