2 Maccabees 15

Greek OT: LXX [A] Unaccented

← 2 Maccabees 14  

1 ο δε νικανωρ μεταλαβων τους περι τον ιουδαν οντας εν τοις κατα σαμαρειαν τοποις εβουλευσατο τη της καταπαυσεως ημερα μετα πασης ασφαλειας αυτοις επιβαλειν

2 των δε κατα αναγκην συνεπομενων αυτω ιουδαιων λεγοντων μηδαμως ουτως αγριως και βαρβαρως απολεσης δοξαν δε απομερισον τη προτετιμημενη υπο του παντα εφορωντος μεθ' αγιοτητος ημερα

3 ο δε τρισαλιτηριος επηρωτησεν ει εστιν εν ουρανω δυναστης ο προστεταχως αγειν την των σαββατων ημεραν

4 των δ' αποφηναμενων εστιν ο κυριος ζων αυτος εν ουρανω δυναστης ο κελευσας ασκειν την εβδομαδα

5 ο δε ετερος καγω φησιν δυναστης επι της γης ο προστασσων αιρειν οπλα και τας βασιλικας χρειας επιτελειν ομως ου κατεσχεν επιτελεσαι το σχετλιον αυτου βουλημα

6 και ο μεν νικανωρ μετα πασης αλαζονειας υψαυχενων διεγνωκει κοινον των περι τον ιουδαν συστησασθαι τροπαιον

7 ο δε μακκαβαιος ην αδιαλειπτως πεποιθως μετα πασης ελπιδος αντιλημψεως τευξασθαι παρα του κυριου

8 και παρεκαλει τους συν αυτω μη δειλιαν την των εθνων εφοδον εχοντας δε κατα νουν τα προγεγονοτα αυτοις απ' ουρανου βοηθηματα και τα νυν προσδοκαν την παρα του παντοκρατορος εσομενην αυτοις νικην

9 και παραμυθουμενος αυτους εκ του νομου και των προφητων προσυπομνησας δε αυτους και τους αγωνας ους ησαν εκτετελεκοτες προθυμοτερους αυτους κατεστησεν

10 και τοις θυμοις διεγειρας αυτους παρηγγειλεν αμα παρεπιδεικνυς την των εθνων αθεσιαν και την των ορκων παραβασιν

11 εκαστον δε αυτων καθοπλισας ου την ασπιδων και λογχων ασφαλειαν ως την εν τοις αγαθοις λογοις παρακλησιν και προσεξηγησαμενος ονειρον αξιοπιστον υπαρ τι παντας ηυφρανεν

12 ην δε η τουτου θεωρια τοιαδε ονιαν τον γενομενον αρχιερεα ανδρα καλον και αγαθον αιδημονα μεν την απαντησιν πραον δε τον τροπον και λαλιαν προιεμενον πρεποντως και εκ παιδος εκμεμελετηκοτα παντα τα της αρετης οικεια τουτον τας χειρας προτειναντα κατευχεσθαι τω παντι των ιουδαιων συστηματι

13 ειθ' ουτως επιφανηναι ανδρα πολια και δοξη διαφεροντα θαυμαστην δε τινα και μεγαλοπρεπεστατην ειναι την περι αυτον υπεροχην

14 αποκριθεντα δε τον ονιαν ειπειν ο φιλαδελφος ουτος εστιν ο πολλα προσευχομενος περι του λαου και της αγιας πολεως ιερεμιας ο του θεου προφητης

15 προτειναντα δε ιερεμιαν την δεξιαν παραδουναι τω ιουδα ρομφαιαν χρυσην διδοντα δε προσφωνησαι ταδε

16 λαβε την αγιαν ρομφαιαν δωρον παρα του θεου δι' ης θραυσεις τους υπεναντιους

17 παρακληθεντες δε τοις ιουδου λογοις πανυ καλοις και δυναμενοις επ' αρετην παρορμησαι και ψυχας νεων επανδρωσαι διεγνωσαν μη στρατευεσθαι γενναιως δε εμφερεσθαι και μετα πασης ευανδριας εμπλακεντες κριναι τα πραγματα δια το και την πολιν και τα αγια και το ιερον κινδυνευειν

18 ην γαρ ο περι γυναικων και τεκνων ετι δε αδελφων και συγγενων εν ηττονι μερει κειμενος αυτοις μεγιστος δε και πρωτος ο περι του καθηγιασμενου ναου φοβος

19 ην δε και τοις εν τη πολει κατειλημμενοις ου παρεργος αγωνια ταρασσομενοις της εν υπαιθρω προσβολης

20 και παντων ηδη προσδοκωντων την εσομενην κρισιν και ηδη προσμειξαντων των πολεμιων και της στρατιας εκταγεισης και των θηριων επι μερος ευκαιρον αποκατασταθεντων της τε ιππου κατα κερας τεταγμενης

21 συνιδων ο μακκαβαιος την των πληθων παρουσιαν και των οπλων την ποικιλην παρασκευην την τε των θηριων αγριοτητα ανατεινας τας χειρας εις τον ουρανον επεκαλεσατο τον τερατοποιον κυριον γινωσκων οτι ουκ εστιν δι' οπλων καθως δε εαν αυτω κριθη τοις αξιοις περιποιειται την νικην

22 ελεγεν δε επικαλουμενος τονδε τον τροπον συ δεσποτα απεστειλας τον αγγελον σου επι εζεκιου του βασιλεως της ιουδαιας και ανειλεν εκ της παρεμβολης σενναχηριμ εις εκατον ογδοηκοντα πεντε χιλιαδας

23 και νυν δυναστα των ουρανων αποστειλον αγγελον αγαθον εμπροσθεν ημων εις δεος και τρομον

24 μεγεθει βραχιονος σου καταπλαγειησαν οι μετα βλασφημιας παραγινομενοι επι τον αγιον σου λαον και ουτος μεν εν τουτοις εληξεν

25 οι δε περι τον νικανορα μετα σαλπιγγων και παιανων προσηγον

26 οι δε περι τον ιουδαν μετα επικλησεως και ευχων συνεμειξαν τοις πολεμιοις

27 και ταις μεν χερσιν αγωνιζομενοι ταις δε καρδιαις προς τον θεον ευχομενοι κατεστρωσαν ουδεν ηττον μυριαδων τριων και πεντακισχιλιων τη του θεου μεγαλως ευφρανθεντες επιφανεια

28 γενομενοι δε απο της χρειας και μετα χαρας αναλυοντες επεγνωσαν προπεπτωκοτα νικανορα συν τη πανοπλια

29 γενομενης δε κραυγης και ταραχης ευλογουν τον δυναστην τη πατριω φωνη

30 και προσεταξεν ο καθ' απαν σωματι και ψυχη πρωταγωνιστης υπερ των πολιτων ο την της ηλικιας ευνοιαν εις ομοεθνεις διαφυλαξας την του νικανορος κεφαλην αποτεμοντας και την χειρα συν τω ωμω φερειν εις ιεροσολυμα

31 παραγενομενος δε εκει και συγκαλεσας τους ομοεθνεις και τους ιερεις προ του θυσιαστηριου στησας μετεπεμψατο τους εκ της ακρας

32 και επιδειξαμενος την του μιαρου νικανορος κεφαλην και την χειρα του δυσφημου ην εκτεινας επι τον αγιον του παντοκρατορος οικον εμεγαλαυχησεν

33 και την γλωσσαν του δυσσεβους νικανορος εκτεμων εφη κατα μερος δωσειν τοις ορνεοις τα δ' επιχειρα της ανοιας κατεναντι του ναου κρεμασαι

34 οι δε παντες εις τον ουρανον ευλογησαν τον επιφανη κυριον λεγοντες ευλογητος ο διατηρησας τον εαυτου τοπον αμιαντον

35 εξεδησεν δε την του νικανορος προτομην εκ της ακρας επιδηλον πασιν και φανερον της του κυριου βοηθειας σημειον

36 εδογματισαν δε παντες μετα κοινου ψηφισματος μηδαμως εασαι απαρασημαντον τηνδε την ημεραν εχειν δε επισημον την τρισκαιδεκατην του δωδεκατου μηνος αδαρ λεγεται τη συριακη φωνη προ μιας ημερας της μαρδοχαικης ημερας

37 των ουν κατα νικανορα χωρησαντων ουτως και απ' εκεινων των καιρων κρατηθεισης της πολεως υπο των εβραιων και αυτος αυτοθι τον λογον καταπαυσω

38 και ει μεν καλως ευθικτως τη συνταξει τουτο και αυτος ηθελον ει δε ευτελως και μετριως τουτο εφικτον ην μοι

39 καθαπερ γαρ οινον κατα μονας πινειν ωσαυτως δε και υδωρ παλιν πολεμιον ον δε τροπον οινος υδατι συγκερασθεις ηδυς και επιτερπη την χαριν αποτελει ουτως και το της κατασκευης του λογου τερπει τας ακοας των εντυγχανοντων τη συνταξει ενταυθα δε εσται η τελευτη

← 2 Maccabees 14  

Přeložit:
Sdílet: