2 Maccabees 13

Greek OT: LXX [A] Unaccented

← 2 Maccabees 12   2 Maccabees 14 →

1 τω δε ενατω και τεσσαρακοστω και εκατοστω ετει προσεπεσεν τοις περι τον ιουδαν αντιοχον τον ευπατορα παραγενεσθαι συν πληθεσιν επι την ιουδαιαν

2 και συν αυτω λυσιαν τον επιτροπον και επι των πραγματων εκαστον εχοντα δυναμιν ελληνικην πεζων μυριαδας ενδεκα και ιππεων πεντακισχιλιους τριακοσιους και ελεφαντας εικοσι δυο αρματα δε δρεπανηφορα τριακοσια

3 συνεμειξεν δε αυτοις και μενελαος και παρεκαλει μετα πολλης ειρωνειας τον αντιοχον ουκ επι σωτηρια της πατριδος οιομενος δε επι της αρχης κατασταθησεσθαι

4 ο δε βασιλευς των βασιλεων εξηγειρεν τον θυμον του αντιοχου επι τον αλιτηριον και λυσιου υποδειξαντος τουτον αιτιον ειναι παντων των κακων προσεταξεν ως εθος εστιν εν τω τοπω προσαπολεσαι αγαγοντας εις βεροιαν

5 εστιν δε εν τω τοπω πυργος πεντηκοντα πηχεων πληρης σποδου ουτος δε οργανον ειχεν περιφερες παντοθεν αποκρημνον εις την σποδον

6 ενταυθα τον ιεροσυλιας ενοχον η και τινων αλλων κακων υπεροχην πεποιημενον απαντες προσωθουσιν εις ολεθρον

7 τοιουτω μορω τον παρανομον συνεβη θανειν μηδε της γης τυχοντα μενελαον

8 πανυ δικαιως επει γαρ συνετελεσατο πολλα περι τον βωμον αμαρτηματα ου το πυρ αγνον ην και η σποδος εν σποδω τον θανατον εκομισατο

9 τοις δε φρονημασιν ο βασιλευς βεβαρβαρωμενος ηρχετο τα χειριστα των επι του πατρος αυτου γεγονοτων ενδειξομενος τοις ιουδαιοις

10 μεταλαβων δε ιουδας ταυτα παρηγγειλεν τω πληθει δι' ημερας και νυκτος επικαλεισθαι τον κυριον ει ποτε και αλλοτε και νυν επιβοηθειν τοις του νομου και πατριδος και ιερου αγιου στερεισθαι μελλουσιν

11 και τον αρτι βραχεως ανεψυχοτα λαον μη εασαι τοις δυσφημοις εθνεσιν υποχειριους γενεσθαι

12 παντων δε το αυτο ποιησαντων ομου και καταξιωσαντων τον ελεημονα κυριον μετα κλαυθμου και νηστειων και προπτωσεως επι ημερας τρεις αδιαλειπτως παρακαλεσας αυτους ο ιουδας εκελευσεν παραγινεσθαι

13 καθ' εαυτον δε συν τοις πρεσβυτεροις γενομενος εβουλευσατο πριν εισβαλειν του βασιλεως το στρατευμα εις την ιουδαιαν και γενεσθαι της πολεως εγκρατεις εξελθοντας κριναι τα πραγματα τη του θεου βοηθεια

14 δους δε την επιτροπην τω κτιστη του κοσμου παρακαλεσας τους συν αυτω γενναιως αγωνισασθαι μεχρι θανατου περι νομων ιερου πολεως πατριδος πολιτειας περι δε μωδειν εποιησατο την στρατοπεδειαν

15 αναδους δε τοις περι αυτον συνθημα θεου νικην μετα νεανισκων αριστων κεκριμενων επιβαλων νυκτωρ επι την βασιλικην αυλην την παρεμβολην ανειλεν εις ανδρας δισχιλιους και τον πρωτευοντα των ελεφαντων συν τω κατ' οικιαν οντι συνεκεντησεν

16 και το τελος την παρεμβολην δεους και ταραχης επληρωσαν και εξελυσαν ευημερουντες

17 υποφαινουσης δε ηδη της ημερας τουτο εγεγονει δια την επαρηγουσαν αυτω του κυριου σκεπην

18 ο δε βασιλευς ειληφως γευμα της των ιουδαιων ευτολμιας κατεπειρασεν δια μεθοδων τους τοπους

19 και επι βαιθσουρα φρουριον οχυρον των ιουδαιων προσηγεν ετροπουτο προσεκρουεν ηλαττονουτο

20 τοις δε ενδον ιουδας τα δεοντα εισεπεμψεν

21 προσηγγειλεν δε τα μυστηρια τοις πολεμιοις ροδοκος εκ της ιουδαικης ταξεως ανεζητηθη και κατελημφθη και κατεκλεισθη

22 εδευτερολογησεν ο βασιλευς τοις εν βαιθσουροις δεξιαν εδωκεν ελαβεν απηει προσεβαλεν τοις περι τον ιουδαν ηττων εγενετο

23 μετελαβεν απονενοησθαι τον φιλιππον εν αντιοχεια τον απολελειμμενον επι των πραγματων συνεχυθη τους ιουδαιους παρεκαλεσεν υπεταγη και ωμοσεν επι πασι τοις δικαιοις συνελυθη και θυσιαν προσηγαγεν ετιμησεν τον νεω και τον τοπον εφιλανθρωπησεν

24 και τον μακκαβαιον απεδεξατο κατελιπεν στρατηγον απο πτολεμαιδος εως των γερρηνων ηγεμονιδην

25 ηλθεν εις πτολεμαιδα εδυσφορουν περι των συνθηκων οι πτολεμαεις εδειναζον γαρ υπερ ων ηθελησαν αθετειν τας διασταλσεις

26 προσηλθεν επι το βημα λυσιας απελογησατο ενδεχομενως συνεπεισεν κατεπραυνεν ευμενεις εποιησεν ανεζευξεν εις αντιοχειαν ουτω τα του βασιλεως της εφοδου και της αναζυγης εχωρησεν

← 2 Maccabees 12   2 Maccabees 14 →

Přeložit:
Sdílet: