2 Maccabees 11

Greek OT: LXX [A] Unaccented

← 2 Maccabees 10   2 Maccabees 12 →

1 μετ' ολιγον δε παντελως χρονισκον λυσιας επιτροπος του βασιλεως και συγγενης και επι των πραγματων λιαν βαρεως φερων επι τοις γεγονοσι

2 συναθροισας περι τας οκτω μυριαδας και την ιππον απασαν παρεγινετο επι τους ιουδαιους λογιζομενος την μεν πολιν ελλησιν οικητηριον ποιησειν

3 το δε ιερον αργυρολογητον καθως τα λοιπα των εθνων τεμενη πρατην δε κατα ετος την αρχιερωσυνην ποιησειν

4 ουδαμως επιλογιζομενος το του θεου κρατος πεφρενωμενος δε ταις μυριασιν των πεζων και ταις χιλιασιν των ιππεων και τοις ελεφασιν τοις ογδοηκοντα

5 εισελθων δε εις την ιουδαιαν και συνεγγισας βαιθσουρα οντι μεν ερυμνω χωριω ιεροσολυμων δε απεχοντι ωσει σταδιους πεντε τουτο εθλιβεν

6 ως δε μετελαβον οι περι τον μακκαβαιον πολιορκουντα αυτον τα οχυρωματα μετα οδυρμων και δακρυων ικετευον συν τοις οχλοις τον κυριον αγαθον αγγελον αποστειλαι προς σωτηριαν τω ισραηλ

7 αυτος δε πρωτος ο μακκαβαιος αναλαβων τα οπλα προετρεψατο τους αλλους αμα αυτω διακινδυνευοντας επιβοηθειν τοις αδελφοις αυτων ομου δε και προθυμως εξωρμησαν

8 αυτοθι δε προς τοις ιεροσολυμοις οντων εφανη προηγουμενος αυτων εφιππος εν λευκη εσθητι πανοπλιαν χρυσην κραδαινων

9 ομου δε παντες ευλογησαν τον ελεημονα θεον και επερρωσθησαν ταις ψυχαις ου μονον ανθρωπους θηρας δε τους αγριωτατους και σιδηρα τειχη τιτρωσκειν οντες ετοιμοι

10 προηγον εν διασκευη τον απ' ουρανου συμμαχον εχοντες ελεησαντος αυτους του κυριου

11 λεοντηδον δε εντιναξαντες εις τους πολεμιους κατεστρωσαν αυτων χιλιους προς τοις μυριοις ιππεις δε εξακοσιους προς τοις χιλιοις τους δε παντας ηναγκασαν φευγειν

12 οι πλειονες δε αυτων τραυματιαι γυμνοι διεσωθησαν και αυτος δε ο λυσιας αισχρως φευγων διεσωθη

13 ουκ ανους δε υπαρχων προς εαυτον αντιβαλλων το γεγονος περι αυτον ελαττωμα και συννοησας ανικητους ειναι τους εβραιους του δυναμενου θεου συμμαχουντος αυτοις

14 προσαποστειλας επεισεν συλλυεσθαι επι πασι τοις δικαιοις και διοτι και τον βασιλεα πεισει φιλον αυτοις αναγκαζων γενεσθαι

15 επενευσεν δε ο μακκαβαιος επι πασιν οις ο λυσιας παρεκαλει του συμφεροντος φροντιζων οσα γαρ ο μακκαβαιος επεδωκεν τω λυσια δια γραπτων περι των ιουδαιων συνεχωρησεν ο βασιλευς

16 ησαν γαρ αι γεγραμμεναι τοις ιουδαιοις επιστολαι παρα μεν λυσιου περιεχουσαι τον τροπον τουτον λυσιας τω πληθει των ιουδαιων χαιρειν

17 ιωαννης και αβεσσαλωμ οι πεμφθεντες παρ' υμων επιδοντες τον υπογεγραμμενον χρηματισμον ηξιουν περι των δι' αυτου σημαινομενων

18 οσα μεν ουν εδει και τω βασιλει προσενεχθηναι διεσαφησα α δε ην ενδεχομενα συνεχωρησεν

19 εαν μεν ουν συντηρησητε την εις τα πραγματα ευνοιαν και εις το λοιπον πειρασομαι παραιτιος αγαθων γενεσθαι

20 υπερ δε τουτων και των κατα μερος εντεταλμαι τουτοις τε και τοις παρ' εμου διαλεχθηναι υμιν

21 ερρωσθε ετους εκατοστου τεσσαρακοστου ογδοου διος κορινθιου τετραδι και εικαδι

22 η δε του βασιλεως επιστολη περιειχεν ουτως βασιλευς αντιοχος τω αδελφω λυσια χαιρειν

23 του πατρος ημων εις θεους μετασταντος βουλομενοι τους εκ της βασιλειας αταραχους οντας γενεσθαι προς την των ιδιων επιμελειαν

24 ακηκοοτες τους ιουδαιους μη συνευδοκουντας τη του πατρος επι τα ελληνικα μεταθεσει αλλα την εαυτων αγωγην αιρετιζοντας αξιουντας συγχωρηθηναι αυτοις τα νομιμα

25 αιρουμενοι ουν και τουτο το εθνος εκτος ταραχης ειναι κρινομεν το τε ιερον αποκατασταθηναι αυτοις και πολιτευεσθαι κατα τα επι των προγονων αυτων εθη

26 ευ ουν ποιησεις διαπεμψαμενος προς αυτους και δους δεξιας οπως ειδοτες την ημετεραν προαιρεσιν ευθυμοι τε ωσιν και ηδεως διαγινωνται προς τη των ιδιων αντιλημψει

27 προς δε το εθνος η του βασιλεως επιστολη τοιαδε ην βασιλευς αντιοχος τη γερουσια των ιουδαιων και τοις αλλοις ιουδαιοις χαιρειν

28 ει ερρωσθε ειη αν ως βουλομεθα και αυτοι δε υγιαινομεν

29 ενεφανισεν ημιν μενελαος βουλεσθαι κατελθοντας υμας γινεσθαι προς τοις ιδιοις

30 τοις ουν καταπορευομενοις μεχρι τριακαδος ξανθικου υπαρξει δεξια μετα της αδειας

31 χρησθαι τους ιουδαιους τοις εαυτων δαπανημασιν και νομοις καθα και το προτερον και ουδεις αυτων κατ' ουδενα τροπον παρενοχληθησεται περι των ηγνοημενων

32 πεπομφα δε και τον μενελαον παρακαλεσοντα υμας

33 ερρωσθε ετους εκατοστου τεσσαρακοστου ογδοου ξανθικου πεντεκαιδεκατη

34 επεμψαν δε και οι ρωμαιοι προς αυτους επιστολην εχουσαν ουτως κοιντος μεμμιος τιτος μανιος πρεσβυται ρωμαιων τω δημω των ιουδαιων χαιρειν

35 υπερ ων λυσιας ο συγγενης του βασιλεως συνεχωρησεν υμιν και ημεις συνευδοκουμεν

36 α δε εκρινεν προσανενεχθηναι τω βασιλει πεμψατε τινα παραχρημα επισκεψαμενοι περι τουτων ινα εκθωμεν ως καθηκει υμιν ημεις γαρ προσαγομεν προς αντιοχειαν

37 διο σπευσατε και πεμψατε τινας οπως και ημεις επιγνωμεν οποιας εστε γνωμης

38 υγιαινετε ετους εκατοστου τεσσαρακοστου ογδοου ξανθικου πεντεκαιδεκατη

← 2 Maccabees 10   2 Maccabees 12 →

Přeložit:
Sdílet: