2 Chronicles 35

Studie

           |

1 και εποιησεν ιωσιας το φασεχ τω κυριω θεω αυτου και εθυσαν το φασεχ τη τεσσαρεσκαιδεκατη του μηνος του πρωτου

2 και εστησεν τους ιερεις επι τας φυλακας αυτων και κατισχυσεν αυτους εις τα εργα οικου κυριου

3 και ειπεν τοις λευιταις τοις δυνατοις εν παντι ισραηλ του αγιασθηναι αυτους τω κυριω και εθηκαν την κιβωτον την αγιαν εις τον οικον ον ωκοδομησεν σαλωμων υιος δαυιδ του βασιλεως ισραηλ και ειπεν ο βασιλευς ουκ εστιν υμιν αραι επ' ωμων ουθεν νυν ουν λειτουργησατε τω κυριω θεω υμων και τω λαω αυτου ισραηλ

4 και ετοιμασθητε κατ' οικους πατριων υμων και κατα τας εφημεριας υμων κατα την γραφην δαυιδ βασιλεως ισραηλ και δια χειρος σαλωμων υιου αυτου

5 και στητε εν τω οικω κατα τας διαιρεσεις οικων πατριων υμων τοις αδελφοις υμων υιοις του λαου και μερις οικου πατριας τοις λευιταις

6 και θυσατε το φασεχ και τα αγια ετοιμασατε τοις αδελφοις υμων του ποιησαι κατα τον λογον κυριου δια χειρος μωυση

7 και απηρξατο ιωσιας τοις υιοις του λαου προβατα και αμνους και εριφους απο των τεκνων των αιγων παντα εις το φασεχ εις παντας τους ευρεθεντας εις αριθμον τριακοντα χιλιαδας και μοσχων τρεις χιλιαδας ταυτα απο της υπαρξεως του βασιλεως

8 και οι αρχοντες αυτου απηρξαντο τω λαω και τοις ιερευσιν και λευιταις εδωκεν χελκιας και ζαχαριας και ιιηλ οι αρχοντες οικου του θεου τοις ιερευσιν και εδωκαν εις το φασεχ προβατα και αμνους και εριφους δισχιλια εξακοσια και μοσχους τριακοσιους

9 και χωνενιας και βαναιας και σαμαιας και ναθαναηλ αδελφος αυτου και ασαβια και ιιηλ και ιωζαβαδ αρχοντες των λευιτων απηρξαντο τοις λευιταις εις το φασεχ προβατα πεντακισχιλια και μοσχους πεντακοσιους

10 και κατωρθωθη η λειτουργια και εστησαν οι ιερεις επι την στασιν αυτων και οι λευιται επι τας διαιρεσεις αυτων κατα την εντολην του βασιλεως

11 και εθυσαν το φασεχ και προσεχεαν οι ιερεις το αιμα εκ χειρος αυτων και οι λευιται εξεδειραν

12 και ητοιμασαν την ολοκαυτωσιν παραδουναι αυτοις κατα την διαιρεσιν κατ' οικους πατριων τοις υιοις του λαου του προσαγειν τω κυριω ως γεγραπται εν βιβλιω μωυση και ουτως εις το πρωι

13 και ωπτησαν το φασεχ εν πυρι κατα την κρισιν και τα αγια ηψησαν εν τοις χαλκειοις και εν τοις λεβησιν και ευοδωθη και εδραμον προς παντας τους υιους του λαου

14 και μετα το ετοιμασαι αυτοις και τοις ιερευσιν οτι οι ιερεις εν τω αναφερειν τα στεατα και τα ολοκαυτωματα εως νυκτος και οι λευιται ητοιμασαν αυτοις και τοις αδελφοις αυτων υιοις ααρων

15 και οι ψαλτωδοι υιοι ασαφ επι της στασεως αυτων κατα τας εντολας δαυιδ και ασαφ και αιμαν και ιδιθων οι προφηται του βασιλεως και οι αρχοντες και οι πυλωροι πυλης και πυλης ουκ ην αυτοις κινεισθαι απο της λειτουργιας αγιων οτι οι αδελφοι αυτων οι λευιται ητοιμασαν αυτοις

16 και κατωρθωθη και ητοιμασθη πασα η λειτουργια κυριου εν τη ημερα εκεινη του ποιησαι το φασεχ και ενεγκειν τα ολοκαυτωματα επι το θυσιαστηριον κυριου κατα την εντολην του βασιλεως ιωσια

17 και εποιησαν οι υιοι ισραηλ οι ευρεθεντες το φασεχ εν τω καιρω εκεινω και την εορτην των αζυμων επτα ημερας

18 και ουκ εγενετο φασεχ ομοιον αυτω εν ισραηλ απο ημερων σαμουηλ του προφητου και παντες βασιλεις ισραηλ ουκ εποιησαν ως το φασεχ ο εποιησεν ιωσιας και οι ιερεις και οι λευιται και πας ιουδα και ισραηλ ο ευρεθεις και οι κατοικουντες εν ιερουσαλημ τω κυριω

19 τω οκτωκαιδεκατω ετει της βασιλειας ιωσια

19a και τους εγγαστριμυθους και τους γνωστας και τα θαραφιν και τα ειδωλα και τα καρασιμ α ην εν γη ιουδα και εν ιερουσαλημ ενεπυρισεν ο βασιλευς ιωσιας ινα στηση τους λογους του νομου τους γεγραμμενους επι του βιβλιου ου ευρεν χελκιας ο ιερευς εν τω οικω κυριου

19b ομοιος αυτω ουκ εγενηθη εμπροσθεν αυτου ος επεστρεψεν προς κυριον εν ολη καρδια αυτου και εν ολη ψυχη αυτου και εν ολη ισχυι αυτου κατα παντα τον νομον μωυση και μετ' αυτον ουκ ανεστη ομοιος αυτω

19c πλην ουκ απεστραφη κυριος απο οργης θυμου αυτου του μεγαλου ου ωργισθη θυμω κυριος εν τω ιουδα επι παντα τα παροργισματα α παρωργισεν μανασσης

19d και ειπεν κυριος και γε τον ιουδαν αποστησω απο προσωπου μου καθως απεστησα τον ισραηλ και απωσαμην την πολιν ην εξελεξαμην την ιερουσαλημ και τον οικον ον ειπα εσται το ονομα μου εκει

20 και ανεβη φαραω νεχαω βασιλευς αιγυπτου επι τον βασιλεα ασσυριων επι τον ποταμον ευφρατην και επορευθη ο βασιλευς ιωσιας εις συναντησιν αυτω

21 και απεστειλεν προς αυτον αγγελους λεγων τι εμοι και σοι βασιλευ ιουδα ουκ επι σε ηκω σημερον πολεμον ποιησαι και ο θεος ειπεν κατασπευσαι με προσεχε απο του θεου του μετ' εμου μη καταφθειρη σε

22 και ουκ απεστρεψεν ιωσιας το προσωπον αυτου απ' αυτου αλλ' η πολεμειν αυτον εκραταιωθη και ουκ ηκουσεν των λογων νεχαω δια στοματος θεου και ηλθεν του πολεμησαι εν τω πεδιω μαγεδων

23 και ετοξευσαν οι τοξοται επι βασιλεα ιωσιαν και ειπεν ο βασιλευς τοις παισιν αυτου εξαγαγετε με οτι επονεσα σφοδρα

24 και εξηγαγον αυτον οι παιδες αυτου απο του αρματος και ανεβιβασαν αυτον επι το αρμα το δευτερευον ο ην αυτω και ηγαγον αυτον εις ιερουσαλημ και απεθανεν και εταφη μετα των πατερων αυτου και πας ιουδα και ιερουσαλημ επενθησαν επι ιωσιαν

25 και εθρηνησεν ιερεμιας επι ιωσιαν και ειπαν παντες οι αρχοντες και αι αρχουσαι θρηνον επι ιωσιαν εως της σημερον και εδωκαν αυτον εις προσταγμα επι ισραηλ και ιδου γεγραπται επι των θρηνων

26 και ησαν οι λογοι ιωσια και η ελπις αυτου γεγραμμενα εν νομω κυριου

27 και οι λογοι αυτου οι πρωτοι και οι εσχατοι ιδου γεγραμμενοι επι βιβλιω βασιλεων ισραηλ και ιουδα