1 Samuel 9

Studovat vnitřní smysl

← 1 Samuel 8   1 Samuel 10 →         

1 και ην ανηρ εξ υιων βενιαμιν και ονομα αυτω κις υιος αβιηλ υιου σαρεδ υιου βαχιρ υιου αφεκ υιου ανδρος ιεμιναιου ανηρ δυνατος

2 και τουτω υιος και ονομα αυτω σαουλ ευμεγεθης ανηρ αγαθος και ουκ ην εν υιοις ισραηλ αγαθος υπερ αυτον υπερ ωμιαν και επανω υψηλος υπερ πασαν την γην

3 και απωλοντο αι ονοι κις πατρος σαουλ και ειπεν κις προς σαουλ τον υιον αυτου λαβε μετα σεαυτου εν των παιδαριων και αναστητε και πορευθητε και ζητησατε τας ονους

4 και διηλθον δι' ορους εφραιμ και διηλθον δια της γης σελχα και ουχ ευρον και διηλθον δια της γης εασακεμ και ουκ ην και διηλθον δια της γης ιακιμ και ουχ ευρον

5 αυτων ελθοντων εις την σιφ και σαουλ ειπεν τω παιδαριω αυτου τω μετ' αυτου δευρο και αναστρεψωμεν μη ανεις ο πατηρ μου τας ονους φροντιζη περι ημων

6 και ειπεν αυτω το παιδαριον ιδου δη ανθρωπος του θεου εν τη πολει ταυτη και ο ανθρωπος ενδοξος παν ο εαν λαληση παραγινομενον παρεσται και νυν πορευθωμεν οπως απαγγειλη ημιν την οδον ημων εφ' ην επορευθημεν επ' αυτην

7 και ειπεν σαουλ τω παιδαριω αυτου τω μετ' αυτου και ιδου πορευσομεθα και τι οισομεν τω ανθρωπω του θεου οτι οι αρτοι εκλελοιπασιν εκ των αγγειων ημων και πλειον ουκ εστιν μεθ' ημων εισενεγκειν τω ανθρωπω του θεου το υπαρχον ημιν

8 και προσεθετο το παιδαριον αποκριθηναι τω σαουλ και ειπεν ιδου ευρηται εν τη χειρι μου τεταρτον σικλου αργυριου και δωσεις τω ανθρωπω του θεου και απαγγελει ημιν την οδον ημων

9 και εμπροσθεν εν ισραηλ ταδε ελεγεν εκαστος εν τω πορευεσθαι επερωταν τον θεον δευρο πορευθωμεν προς τον βλεποντα οτι τον προφητην εκαλει ο λαος εμπροσθεν ο βλεπων

10 και ειπεν σαουλ προς το παιδαριον αυτου αγαθον το ρημα δευρο και πορευθωμεν και επορευθησαν εις την πολιν ου ην εκει ο ανθρωπος του θεου

11 αυτων αναβαινοντων την αναβασιν της πολεως και αυτοι ευρισκουσιν τα κορασια εξεληλυθοτα υδρευσασθαι υδωρ και λεγουσιν αυταις ει εστιν ενταυθα ο βλεπων

12 και απεκριθη τα κορασια αυτοις και λεγουσιν αυτοις εστιν ιδου κατα προσωπον υμων νυν δια την ημεραν ηκει εις την πολιν οτι θυσια σημερον τω λαω εν βαμα

13 ως αν εισελθητε την πολιν ουτως ευρησετε αυτον εν τη πολει πριν αναβηναι αυτον εις βαμα του φαγειν οτι ου μη φαγη ο λαος εως του εισελθειν αυτον οτι ουτος ευλογει την θυσιαν και μετα ταυτα εσθιουσιν οι ξενοι και νυν αναβητε οτι δια την ημεραν ευρησετε αυτον

14 και αναβαινουσιν την πολιν αυτων εισπορευομενων εις μεσον της πολεως και ιδου σαμουηλ εξηλθεν εις απαντησιν αυτων του αναβηναι εις βαμα

15 και κυριος απεκαλυψεν το ωτιον σαμουηλ ημερα μια εμπροσθεν του ελθειν προς αυτον σαουλ λεγων

16 ως ο καιρος αυριον αποστελω προς σε ανδρα εκ γης βενιαμιν και χρισεις αυτον εις αρχοντα επι τον λαον μου ισραηλ και σωσει τον λαον μου εκ χειρος αλλοφυλων οτι επεβλεψα επι την ταπεινωσιν του λαου μου οτι ηλθεν βοη αυτων προς με

17 και σαμουηλ ειδεν τον σαουλ και κυριος απεκριθη αυτω ιδου ο ανθρωπος ον ειπα σοι ουτος αρξει εν τω λαω μου

18 και προσηγαγεν σαουλ προς σαμουηλ εις μεσον της πολεως και ειπεν απαγγειλον δη ποιος ο οικος του βλεποντος

19 και απεκριθη σαμουηλ τω σαουλ και ειπεν εγω ειμι αυτος αναβηθι εμπροσθεν μου εις βαμα και φαγε μετ' εμου σημερον και εξαποστελω σε πρωι και παντα τα εν τη καρδια σου απαγγελω σοι

20 και περι των ονων σου των απολωλυιων σημερον τριταιων μη θης την καρδιαν σου αυταις οτι ευρηνται και τινι τα ωραια του ισραηλ ου σοι και τω οικω του πατρος σου

21 και απεκριθη σαουλ και ειπεν ουχι ανδρος υιος ιεμιναιου εγω ειμι του μικρου σκηπτρου φυλης ισραηλ και της φυλης της ελαχιστης εξ ολου σκηπτρου βενιαμιν και ινα τι ελαλησας προς εμε κατα το ρημα τουτο

22 και ελαβεν σαμουηλ τον σαουλ και το παιδαριον αυτου και εισηγαγεν αυτους εις το καταλυμα και εθετο αυτοις τοπον εν πρωτοις των κεκλημενων ωσει εβδομηκοντα ανδρων

23 και ειπεν σαμουηλ τω μαγειρω δος μοι την μεριδα ην εδωκα σοι ην ειπα σοι θειναι αυτην παρα σοι

24 και υψωσεν ο μαγειρος την κωλεαν και παρεθηκεν αυτην ενωπιον σαουλ και ειπεν σαμουηλ τω σαουλ ιδου υπολειμμα παραθες αυτο ενωπιον σου και φαγε οτι εις μαρτυριον τεθειται σοι παρα τους αλλους αποκνιζε και εφαγεν σαουλ μετα σαμουηλ εν τη ημερα εκεινη

25 και κατεβη εκ της βαμα εν τη πολει και διεστρωσαν τω σαουλ επι τω δωματι

26 και εκοιμηθη και εγενετο ως ανεβαινεν ο ορθρος και εκαλεσεν σαμουηλ τον σαουλ επι τω δωματι λεγων αναστα και εξαποστελω σε και ανεστη σαουλ και εξηλθεν αυτος και σαμουηλ εως εξω

27 αυτων καταβαινοντων εις μερος της πολεως και σαμουηλ ειπεν τω σαουλ ειπον τω νεανισκω και διελθετω εμπροσθεν ημων και συ στηθι ως σημερον και ακουσον ρημα θεου

← 1 Samuel 8   1 Samuel 10 →
   Studovat vnitřní smysl

Exploring the Meaning of 1_Samuel 9      

In this chapter we are introduced to Saul, the son of Kish, from the tribe of Benjamin. He was outstandingly handsome, and a whole head taller than everyone else.

One day he was out searching for his father’s lost donkeys. It became a long journey, with no success. Saul was becoming more and more desperate, when his servant told him that nearby was a man of God, who might be able to show them the way. That man was Samuel. Saul made sure that he had a suitable offering to bring to Samuel, who was at that time called a seer, another name for a prophet.

On that day, Samuel was on his way to preside over a sacrifice. The Lord had told him that he would encounter the man who would be anointed commander of the people and save them from the Philistines. When he saw Saul, he immediately recognized him as this man. He invited Saul to the sacrifice, and told him that the donkeys Saul was searching for were safe. Saul ate with Samuel, who gave him the best of the meat offering. The next day Samuel asked Saul to wait a moment before leaving, and then Samuel delivered the Lord’s message.

Throughout the story, high places are mentioned. Samuel invites Saul to accompany him to a high place, and later to a rooftop. Swedenborg writes that this is representative of a king. Saul became king of the Israelites (see Spiritual Experiences 2472).

Another interesting aspect of the story is its mention of Saul’s attractive appearance. We as humans are often drawn to things which seem attractive to us. In each of us there are two parts: one part is external or sensual, and the other is internal or spiritual. We cannot fully understand the Lord when we are only thinking from the external part of ourselves. When this part of ourselves dominates, the Lord can seem distant. We need the spiritual part of us to be awake to develop a new relationship with God (see Heaven and Hell 85).

The idea of having a king, Saul, may have seemed attractive to the Israelites. But it may not have been the best idea for their relationship with God. In the previous chapter we learned that by transitioning from having a prophet to having a king, the Israelites prioritized one aspect of their relationship with God over another: faith over charity, or truth over goodness. In reality, we need both.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Spiritual Experiences 2472


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 796, 2534, 4262, 7836, 9160, 9248, 10184

Heaven and Hell 76


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 661

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 24:11, 25:22, 31:54

Exodus 2:23, 24

Judges 6:15, 18:5

1 Samuel 1:1, 2:27, 3:19, 21, 10:1, 14, 16, 21, 23, 14:20, 23, 51, 15:16, 17, 16:2, 18:18, 23, 20:6

2 Samuel 14:25, 24:11

1 Kings 3:2, 3, 13:7, 14:3

2 Kings 4:42, 8:8, 17:13, 20:16

1 Chronicles 8:33, 9:22, 29:29

Esther 2:5

Psalms 25:12, 68:28, 106:44

Proverbs 16:9

Amos 3:7, 7:12

Luke 9:16

Acts of the Apostles 10

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Saul
Figures to print, cut out, and set up to illustrate Saul being taller than all of the others.
Project | Ages 4 - 10

 Saul Anointed by Samuel, Reigns as King
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Saul Anointed King
Activity | Ages 11 - 14

 Seeking After Good Things
Worship Talk | Ages 7 - 14

 The Choosing of Saul
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 The Choosing of Saul
Family lessons provide a worship talk and a variety of activities for children and teens..
Religion Lesson | Ages 4 - 17

 The Choosing of Saul (3-5 years)
Project | Ages 4 - 6

 The Choosing of Saul (6-8 years)
Project | Ages 7 - 10

 The Choosing of Saul (9-11 years)
Project | Ages 11 - 14


Přeložit: