1 Samuel 6

Studovat vnitřní smysl
← 1 Samuel 5   1 Samuel 7 →         

1 και ην η κιβωτος εν αγρω των αλλοφυλων επτα μηνας και εξεζεσεν η γη αυτων μυας

2 και καλουσιν αλλοφυλοι τους ιερεις και τους μαντεις και τους επαοιδους αυτων λεγοντες τι ποιησωμεν τη κιβωτω κυριου γνωρισατε ημιν εν τινι αποστελουμεν αυτην εις τον τοπον αυτης

3 και ειπαν ει εξαπεστελλετε υμεις την κιβωτον διαθηκης κυριου θεου ισραηλ μη δη εξαποστειλητε αυτην κενην αλλα αποδιδοντες αποδοτε αυτη της βασανου και τοτε ιαθησεσθε και εξιλασθησεται υμιν μη ουκ αποστη η χειρ αυτου αφ' υμων

4 και λεγουσιν τι το της βασανου αποδωσομεν αυτη και ειπαν κατ' αριθμον των σατραπων των αλλοφυλων πεντε εδρας χρυσας οτι πταισμα εν υμιν και τοις αρχουσιν υμων και τω λαω

5 και μυς χρυσους ομοιωμα των μυων υμων των διαφθειροντων την γην και δωσετε τω κυριω δοξαν οπως κουφιση την χειρα αυτου αφ' υμων και απο των θεων υμων και απο της γης υμων

6 και ινα τι βαρυνετε τας καρδιας υμων ως εβαρυνεν αιγυπτος και φαραω την καρδιαν αυτων ουχι οτε ενεπαιξεν αυτοις εξαπεστειλαν αυτους και απηλθον

7 και νυν λαβετε και ποιησατε αμαξαν καινην και δυο βοας πρωτοτοκουσας ανευ των τεκνων και ζευξατε τας βοας εν τη αμαξη και απαγαγετε τα τεκνα απο οπισθεν αυτων εις οικον

8 και λημψεσθε την κιβωτον και θησετε αυτην επι την αμαξαν και τα σκευη τα χρυσα αποδωσετε αυτη της βασανου και θησετε εν θεματι βερσεχθαν εκ μερους αυτης και εξαποστελειτε αυτην και απελασατε αυτην και απελευσεται

9 και οψεσθε ει εις οδον οριων αυτης πορευσεται κατα βαιθσαμυς αυτος πεποιηκεν ημιν την κακιαν ταυτην την μεγαλην και εαν μη και γνωσομεθα οτι ου χειρ αυτου ηπται ημων αλλα συμπτωμα τουτο γεγονεν ημιν

10 και εποιησαν οι αλλοφυλοι ουτως και ελαβον δυο βοας πρωτοτοκουσας και εζευξαν αυτας εν τη αμαξη και τα τεκνα αυτων απεκωλυσαν εις οικον

11 και εθεντο την κιβωτον επι την αμαξαν και το θεμα εργαβ και τους μυς τους χρυσους

12 και κατευθυναν αι βοες εν τη οδω εις οδον βαιθσαμυς εν τριβω ενι επορευοντο και εκοπιων και ου μεθισταντο δεξια ουδε αριστερα και οι σατραπαι των αλλοφυλων επορευοντο οπισω αυτης εως οριων βαιθσαμυς

13 και οι εν βαιθσαμυς εθεριζον θερισμον πυρων εν κοιλαδι και ηραν οφθαλμους αυτων και ειδον κιβωτον κυριου και ηυφρανθησαν εις απαντησιν αυτης

14 και η αμαξα εισηλθεν εις αγρον ωσηε τον εν βαιθσαμυς και εστησαν εκει παρ' αυτη λιθον μεγαν και σχιζουσιν τα ξυλα της αμαξης και τας βοας ανηνεγκαν εις ολοκαυτωσιν τω κυριω

15 και οι λευιται ανηνεγκαν την κιβωτον του κυριου και το θεμα εργαβ μετ' αυτης και τα επ' αυτης σκευη τα χρυσα και εθεντο επι του λιθου του μεγαλου και οι ανδρες βαιθσαμυς ανηνεγκαν ολοκαυτωσεις και θυσιας εν τη ημερα εκεινη τω κυριω

16 και οι πεντε σατραπαι των αλλοφυλων εωρων και ανεστρεψαν εις ασκαλωνα τη ημερα εκεινη

17 και αυται αι εδραι αι χρυσαι ας απεδωκαν οι αλλοφυλοι της βασανου τω κυριω της αζωτου μιαν της γαζης μιαν της ασκαλωνος μιαν της γεθ μιαν της ακκαρων μιαν

18 και μυς οι χρυσοι κατ' αριθμον πασων πολεων των αλλοφυλων των πεντε σατραπων εκ πολεως εστερεωμενης και εως κωμης του φερεζαιου και εως λιθου του μεγαλου ου επεθηκαν επ' αυτου την κιβωτον διαθηκης κυριου του εν αγρω ωσηε του βαιθσαμυσιτου

19 και ουκ ησμενισαν οι υιοι ιεχονιου εν τοις ανδρασιν βαιθσαμυς οτι ειδαν κιβωτον κυριου και επαταξεν εν αυτοις εβδομηκοντα ανδρας και πεντηκοντα χιλιαδας ανδρων και επενθησεν ο λαος οτι επαταξεν κυριος εν τω λαω πληγην μεγαλην σφοδρα

20 και ειπαν οι ανδρες οι εκ βαιθσαμυς τις δυνησεται διελθειν ενωπιον κυριου του αγιου τουτου και προς τινα αναβησεται κιβωτος κυριου αφ' ημων

21 και αποστελλουσιν αγγελους προς τους κατοικουντας καριαθιαριμ λεγοντες απεστροφασιν αλλοφυλοι την κιβωτον κυριου καταβητε και αναγαγετε αυτην προς εαυτους

← 1 Samuel 5   1 Samuel 7 →
   Studovat vnitřní smysl

Exploring the Meaning of 1_Samuel 6      

The Philistines were desperate to get rid of the stolen Ark of the Covenant. They had suffered plagues, and the statue of their god, Dagon, had fallen. Seven months after they had taken the Ark, the priests and diviners of the Philistines advised that it should be returned to the Lord “Jehovah” in Israel’s territory, accompanied by a suitable “trespass offering”. This would be an admission of guilt.

It was decided that the offering should be five gold tumors, or hemorrhoids, and five gold mice - representing the two afflictions that had plagued their people, and the five cities of the Philistines. They built a special cart to carry the Ark and the trespass offering, and two young milk cows pulled it. The cows were set free to find their own route, and headed straight for Israelite territory. The Israelite people in the border town of Beth Shemesh saw the cart coming, and rejoiced. They used a large stone as an altar, split up the wood of the cart and offered the two cows as a sacrifice. The golden objects were then distributed through the land.

In Divine Providence 326, we get an explanation of the meaning of the symbols in this chapter:

The hemorrhoids that plagued the Philistines in 1 Samuel 5 represent earthly loves separated from spiritual ones. The golden hemorrhoids represent earthly loves that have been purified, and made good.

The mice represent distortions of the truth which destroy the church. The golden mice represent the repair of the destruction via good loves and actions.

The cart that carried the ark and the trespass offerings symbolizes a new teaching, and the cows that led it symbolize “good earthly feelings.” The cows lowed as they led the cart. Swedenborg writes of this story that we must turn the obsessions that our earthly self holds with evil into good desires, and that the lowing of the cows as they drew the cart away represents how difficult this is. The sacrifice of the cows when they reached their destination indicates that the Lord was appeased. (See Divine Providence 326)

These symbols reveal something about our relationship with God, and the importance of uniting faith and charity, good and truth, within ourselves. The Philistines represent a spiritual state with faith separate from charity, and this chapter tells us that in order to reunite our faith with charity we must turn our loves of evil into the desire to do good with our knowledge.

The end of the chapter tells that the people of Beth Shemesh, who received the Ark of the Covenant, made a fatal mistake: some of them looked into the Ark. As a consequence, 50,070 of their people died. They sent a message to the people of Kirjath Jearim, asking them to come down and take the Ark from them.

The primary message here is the power of the Lord’s Ten Commandments. In the book True Christian Religion, we are taught that there was tremendous holiness and power in the law written on the stone tablets, because it was a “summary of the whole of religion.” The two engraved tablets represent the link between us and God. One of them contains a synopsis of all things related to God, and the other, a synopsis of all things related to us (see True Christian Religion 285 286). If we are to ever trespass the commandments or treat them as less than holy, harm will surely come. Therefore, we must work with the Lord in order to acquire an appropriate reverence for His commandments. This needs to go together with an active and sincere effort to obey them to the best of our frail and limited human ability.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Apocalypse Explained 700

Apocalypse Revealed 529

Divine Providence 326


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 5945

Doctrine of Life 59

Doctrine of Faith 52

True Christian Religion 284, 595, 691


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 827

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 41:8

Exodus 7:13, 14, 8:15, 12:31, 19:21, 33:4

Leviticus 5:16

Numbers 1:51

Joshua 7:19, 13:3, 15:9, 10

Judges 6:26, 14:19, 18:12

1 Samuel 5:7, 8, 6:4, 17

2 Samuel 1:20, 6:2, 3, 7, 9

1 Kings 4:9

Isaiah 2:6

Jeremiah 26:20

Daniel 2:2

Amos 1:8

Jonah 3:9

Malachi 2

Matthew 27:22

Hebrews 3:7, 8

Revelation 6:17

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 The Ark of the Tabernacle
Coloring Page | Ages 7 - 14

 The Capture and Return of the Ark
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 The Capture and Return of the Ark (3-5 years)
Project | Ages 4 - 6

 The Capture and Return of the Ark (6-8 years)
Project | Ages 7 - 10

 The Capture and Return of the Ark (9-11 years)
Project | Ages 11 - 14


Přeložit: