1 Samuel 2

Studovat vnitřní smysl
← 1 Samuel 1   1 Samuel 3 →         

1 και ειπεν εστερεωθη η καρδια μου εν κυριω υψωθη κερας μου εν θεω μου επλατυνθη επι εχθρους το στομα μου ευφρανθην εν σωτηρια σου

2 οτι ουκ εστιν αγιος ως κυριος και ουκ εστιν δικαιος ως ο θεος ημων ουκ εστιν αγιος πλην σου

3 μη καυχασθε και μη λαλειτε υψηλα μη εξελθατω μεγαλορρημοσυνη εκ του στοματος υμων οτι θεος γνωσεων κυριος και θεος ετοιμαζων επιτηδευματα αυτου

4 τοξον δυνατων ησθενησεν και ασθενουντες περιεζωσαντο δυναμιν

5 πληρεις αρτων ηλαττωθησαν και οι πεινωντες παρηκαν γην οτι στειρα ετεκεν επτα και η πολλη εν τεκνοις ησθενησεν

6 κυριος θανατοι και ζωογονει καταγει εις αδου και αναγει

7 κυριος πτωχιζει και πλουτιζει ταπεινοι και ανυψοι

8 ανιστα απο γης πενητα και απο κοπριας εγειρει πτωχον καθισαι μετα δυναστων λαων και θρονον δοξης κατακληρονομων αυτοις

9 διδους ευχην τω ευχομενω και ευλογησεν ετη δικαιου οτι ουκ εν ισχυι δυνατος ανηρ

10 κυριος ασθενη ποιησει αντιδικον αυτου κυριος αγιος μη καυχασθω ο φρονιμος εν τη φρονησει αυτου και μη καυχασθω ο δυνατος εν τη δυναμει αυτου και μη καυχασθω ο πλουσιος εν τω πλουτω αυτου αλλ' η εν τουτω καυχασθω ο καυχωμενος συνιειν και γινωσκειν τον κυριον και ποιειν κριμα και δικαιοσυνην εν μεσω της γης κυριος ανεβη εις ουρανους και εβροντησεν αυτος κρινει ακρα γης και διδωσιν ισχυν τοις βασιλευσιν ημων και υψωσει κερας χριστου αυτου

11 και κατελιπον αυτον εκει ενωπιον κυριου και απηλθον εις αρμαθαιμ και το παιδαριον ην λειτουργων τω προσωπω κυριου ενωπιον ηλι του ιερεως

12 και οι υιοι ηλι του ιερεως υιοι λοιμοι ουκ ειδοτες τον κυριον

13 και το δικαιωμα του ιερεως παρα του λαου παντος του θυοντος και ηρχετο το παιδαριον του ιερεως ως αν ηψηθη το κρεας και κρεαγρα τριοδους εν τη χειρι αυτου

14 και επαταξεν αυτην εις τον λεβητα τον μεγαν η εις το χαλκιον η εις την κυθραν παν ο εαν ανεβη εν τη κρεαγρα ελαμβανεν εαυτω ο ιερευς κατα ταδε εποιουν παντι ισραηλ τοις ερχομενοις θυσαι κυριω εν σηλωμ

15 και πριν θυμιαθηναι το στεαρ ηρχετο το παιδαριον του ιερεως και ελεγεν τω ανδρι τω θυοντι δος κρεας οπτησαι τω ιερει και ου μη λαβω παρα σου εφθον εκ του λεβητος

16 και ελεγεν ο ανηρ ο θυων θυμιαθητω πρωτον ως καθηκει το στεαρ και λαβε σεαυτω εκ παντων ων επιθυμει η ψυχη σου και ειπεν ουχι οτι νυν δωσεις και εαν μη λημψομαι κραταιως

17 και ην η αμαρτια των παιδαριων ενωπιον κυριου μεγαλη σφοδρα οτι ηθετουν την θυσιαν κυριου

18 και σαμουηλ ην λειτουργων ενωπιον κυριου παιδαριον περιεζωσμενον εφουδ βαρ

19 και διπλοιδα μικραν εποιησεν αυτω η μητηρ αυτου και ανεφερεν αυτω εξ ημερων εις ημερας εν τω αναβαινειν αυτην μετα του ανδρος αυτης θυσαι την θυσιαν των ημερων

20 και ευλογησεν ηλι τον ελκανα και την γυναικα αυτου λεγων αποτεισαι σοι κυριος σπερμα εκ της γυναικος ταυτης αντι του χρεους ου εχρησας τω κυριω και απηλθεν ο ανθρωπος εις τον τοπον αυτου

21 και επεσκεψατο κυριος την ανναν και ετεκεν ετι τρεις υιους και δυο θυγατερας και εμεγαλυνθη το παιδαριον σαμουηλ ενωπιον κυριου

22 και ηλι πρεσβυτης σφοδρα και ηκουσεν α εποιουν οι υιοι αυτου τοις υιοις ισραηλ

23 και ειπεν αυτοις ινα τι ποιειτε κατα το ρημα τουτο ο εγω ακουω εκ στοματος παντος του λαου κυριου

24 μη τεκνα οτι ουκ αγαθη η ακοη ην εγω ακουω μη ποιειτε ουτως οτι ουκ αγαθαι αι ακοαι ας εγω ακουω του μη δουλευειν λαον θεω

25 εαν αμαρτανων αμαρτη ανηρ εις ανδρα και προσευξονται υπερ αυτου προς κυριον και εαν τω κυριω αμαρτη τις προσευξεται υπερ αυτου και ουκ ηκουον της φωνης του πατρος αυτων οτι βουλομενος εβουλετο κυριος διαφθειραι αυτους

26 και το παιδαριον σαμουηλ επορευετο και εμεγαλυνετο και αγαθον και μετα κυριου και μετα ανθρωπων

27 και ηλθεν ανθρωπος θεου προς ηλι και ειπεν ταδε λεγει κυριος αποκαλυφθεις απεκαλυφθην προς οικον πατρος σου οντων αυτων εν γη αιγυπτω δουλων τω οικω φαραω

28 και εξελεξαμην τον οικον του πατρος σου εκ παντων των σκηπτρων ισραηλ εμοι ιερατευειν και αναβαινειν επι θυσιαστηριον μου και θυμιαν θυμιαμα και αιρειν εφουδ και εδωκα τω οικω του πατρος σου τα παντα του πυρος υιων ισραηλ εις βρωσιν

29 και ινα τι επεβλεψας επι το θυμιαμα μου και εις την θυσιαν μου αναιδει οφθαλμω και εδοξασας τους υιους σου υπερ εμε ενευλογεισθαι απαρχης πασης θυσιας ισραηλ εμπροσθεν μου

30 δια τουτο ταδε ειπεν κυριος ο θεος ισραηλ ειπα ο οικος σου και ο οικος του πατρος σου διελευσεται ενωπιον μου εως αιωνος και νυν φησιν κυριος μηδαμως εμοι οτι αλλ' η τους δοξαζοντας με δοξασω και ο εξουθενων με ατιμωθησεται

31 ιδου ημεραι ερχονται και εξολεθρευσω το σπερμα σου και το σπερμα οικου πατρος σου

32 και ουκ εσται σου πρεσβυτης εν οικω μου πασας τας ημερας

33 και ανδρα ουκ εξολεθρευσω σοι απο του θυσιαστηριου μου εκλιπειν τους οφθαλμους αυτου και καταρρειν την ψυχην αυτου και πας περισσευων οικου σου πεσουνται εν ρομφαια ανδρων

34 και τουτο σοι το σημειον ο ηξει επι τους δυο υιους σου τουτους οφνι και φινεες εν ημερα μια αποθανουνται αμφοτεροι

35 και αναστησω εμαυτω ιερεα πιστον ος παντα τα εν τη καρδια μου και τα εν τη ψυχη μου ποιησει και οικοδομησω αυτω οικον πιστον και διελευσεται ενωπιον χριστου μου πασας τας ημερας

36 και εσται ο περισσευων εν οικω σου ηξει προσκυνειν αυτω οβολου αργυριου λεγων παραρριψον με επι μιαν των ιερατειων σου φαγειν αρτον

← 1 Samuel 1   1 Samuel 3 →
   Studovat vnitřní smysl

Exploring the Meaning of 1 Samuel 2      

Chapter 2 of the Book of Samuel begins with Hannah’s prayerful song of praise to God. It's a big contrast to the sadness and desperation of her prayer in the previous chapter when she begged for a child. In many ways this is a model for the song that Mary sang, in Luke 1:46-55 after hearing from the angel Gabriel that she was to be the mother of the Lord.

In this chapter, the High Priest, Eli, had grown so old that he had turned his priestly duties over to his sons Hophni and Phinehas. However, these sons were corrupt and had separated themselves from God. They took the best part of the meat offerings for themselves, even before the meat had been properly sacrificed, and took advantage of the woman who worked at the gate of the sanctuary.

That corrupt state is contrasted with the wholesome ministry of the young boy Samuel, who wore a simple tunic (called an ephod) given to him each year by his mother as he grew.

Reports of his sons’ wrongdoings reached Eli, and he pleaded with them to stop, but they did not change their ways and he did nothing to punish them. Then, a messenger from God came with a message of doom for not only the two sons, but for the whole family.

As Anita Dole describes the situation, in her "Bible Study Notes":

"This is a picture of a state in which worship is degraded by being used for self-interest and self-exaltation, and when the high priest in us - that inner dictate which relates us to the Lord - does not take steps to correct the evil, although it sees it. It has become dim of sight and is no longer able to receive directly the voice of the Lord. In 1 Samuel 2:17, quoted above, there is the suggestion of the harm which such a state does to others as well as
to ourselves. Many people are turned against the church by the self-seeking and hypocrisy they see in some of its members. Our duty to keep our worship sincere and to live according to the teachings of the church is not for our own salvation alone. The Lord's service requires of us constant watchfulness and ever-renewed devotion." - Anita Dole, Bible Study Notes, "The Birth of Samuel", © 2001 by The Swedenborg Foundation.

This is a chapter focused on contrasts. On one side are Hannah and Samuel who are faithful to the Lord. We see Hannah praising Him for the wonderful gifts that He provides, especially the gift of her son. This story helps us realize that all children are a gift from God. We should never view them as being our possessions. Instead, they are always God’s children whom we have been blessed to be able to nurture for a time and help grow.

On the other side are the sons of Eli, who profaned what was holy as a mark of self-love and disdain for God.

At the heart of this is a message about true worship. This true worship is a product of heart-felt adoration of God, together with genuine humility (see Arcana Coelestia 1153).

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 66, 1756, 2584, 2832, 2930, 3008, 7601, ...

Apocalypse Revealed 10, 20, 323, 535, 551, 598, 671


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 253, 257, 304, 316, 357, 386, 401, ...

An Invitation to the New Church 35

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 13:13, 21:1, 35:22, 38:7, 10, 39:4

Exodus 15:11, 28:1, 29:9, 30:7, 38:8

Leviticus 2:3, 10, 3:3, 5, 11:44, 45

Deuteronomy 1:17, 4:35, 39, 13:14, 32:4, 39, 33:1

Joshua 11:20, 22:22

Judges 9:38, 13:6, 24, 17:10

1 Samuel 1:3, 6, 7, 19, 28, 2:11, 18, 3:1, 12, 19, 4:11, 17, 21, 22, 7:10, 9:6, 12:17, 14:3, 22:18, 25:26

2 Samuel 6:14, 22:32

1 Kings 2:27, 35, 8:31, 32, 13:1, 17:22

2 Kings 5:7, 23:9

1 Chronicles 15:27, 29:12

2 Chronicles 10:15, 20:27, 26:18, 32:27, 29

Job 1:21, 9:33, 18:18, 36:7, 38:5, 6, 40:13

Psalms 1:6, 18:14, 26, 20:7, 21:2, 30:4, 33:16, 35:9, 37:17, 46:10, 71:20, 75:4, 8, 89:18, 25, 94:4, 104:5, 105:37, 107:41, 113:7, 8, 9, 121:3, 127:3, 132:17, 145:20

Proverbs 2:8, 3:4, 12:8, 13:1, 22:2

Ecclesiastes 4:14

Isaiah 40:29, 44:8, 47:5, 54:1

Jeremiah 2:8, 15:9, 51:56

Ezekiel 17:24, 44:15, 16, 46:20

Nahum 1:8

Malachi 2:3, 6, 8

Matthew 26:13

Luke 1:46, 69, 2:52

John 5:21

1 Corinthians 1:28, 11:27

Titus 1:16

James 2:5

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Birth and Call of Samuel
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 I Will Raise up a Faithful Priest Quotation to Color
Quotation to color.
Activity | Ages 9 - 13

 Samuel Is Born Review Questions
Choose words from a word blank to complete sentences about Samuel.
Activity | Ages 3 - 13

 The Birth of Samuel
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 The Birth of Samuel (3-5 years)
Project | Ages 4 - 6

 The Birth of Samuel (6-8 years)
Project | Ages 7 - 10

 The Birth of Samuel (9-11 years)
Project | Ages 11 - 14

 The Lord Calls Samuel
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6


Přeložit: