1 Samuel 13

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← 1 Samuel 12   1 Samuel 14 →

2 και εκλεγεται σαουλ εαυτω τρεις χιλιαδας ανδρων εκ των ανδρων ισραηλ και ησαν μετα σαουλ δισχιλιοι εν μαχεμας και εν τω ορει βαιθηλ χιλιοι ησαν μετα ιωναθαν εν γαβεε του βενιαμιν και το καταλοιπον του λαου εξαπεστειλεν εκαστον εις το σκηνωμα αυτου

3 και επαταξεν ιωναθαν τον νασιβ τον αλλοφυλον τον εν τω βουνω και ακουουσιν οι αλλοφυλοι και σαουλ σαλπιγγι σαλπιζει εις πασαν την γην λεγων ηθετηκασιν οι δουλοι

4 και πας ισραηλ ηκουσεν λεγοντων πεπαικεν σαουλ τον νασιβ τον αλλοφυλον και ησχυνθησαν ισραηλ εν τοις αλλοφυλοις και ανεβοησαν ο λαος οπισω σαουλ εν γαλγαλοις

5 και οι αλλοφυλοι συναγονται εις πολεμον επι ισραηλ και αναβαινουσιν επι ισραηλ τριακοντα χιλιαδες αρματων και εξ χιλιαδες ιππεων και λαος ως η αμμος η παρα την θαλασσαν τω πληθει και αναβαινουσιν και παρεμβαλλουσιν εν μαχεμας εξ εναντιας βαιθων κατα νοτου

6 και ανηρ ισραηλ ειδεν οτι στενως αυτω μη προσαγειν αυτον και εκρυβη ο λαος εν τοις σπηλαιοις και εν ταις μανδραις και εν ταις πετραις και εν τοις βοθροις και εν τοις λακκοις

7 και οι διαβαινοντες διεβησαν τον ιορδανην εις γην γαδ και γαλααδ και σαουλ ετι ην εν γαλγαλοις και πας ο λαος εξεστη οπισω αυτου

8 και διελιπεν επτα ημερας τω μαρτυριω ως ειπεν σαμουηλ και ου παρεγενετο σαμουηλ εις γαλγαλα και διεσπαρη ο λαος αυτου απ' αυτου

9 και ειπεν σαουλ προσαγαγετε οπως ποιησω ολοκαυτωσιν και ειρηνικας και ανηνεγκεν την ολοκαυτωσιν

10 και εγενετο ως συνετελεσεν αναφερων την ολοκαυτωσιν και σαμουηλ παραγινεται και εξηλθεν σαουλ εις απαντησιν αυτω ευλογησαι αυτον

11 και ειπεν σαμουηλ τι πεποιηκας και ειπεν σαουλ οτι ειδον ως διεσπαρη ο λαος απ' εμου και συ ου παρεγενου ως διεταξω εν τω μαρτυριω των ημερων και οι αλλοφυλοι συνηχθησαν εις μαχεμας

12 και ειπα νυν καταβησονται οι αλλοφυλοι προς με εις γαλγαλα και του προσωπου του κυριου ουκ εδεηθην και ενεκρατευσαμην και ανηνεγκα την ολοκαυτωσιν

13 και ειπεν σαμουηλ προς σαουλ μεματαιωται σοι οτι ουκ εφυλαξας την εντολην μου ην ενετειλατο σοι κυριος ως νυν ητοιμασεν κυριος την βασιλειαν σου εως αιωνος επι ισραηλ

14 και νυν η βασιλεια σου ου στησεται και ζητησει κυριος εαυτω ανθρωπον κατα την καρδιαν αυτου και εντελειται κυριος αυτω εις αρχοντα επι τον λαον αυτου οτι ουκ εφυλαξας οσα ενετειλατο σοι κυριος

15 και ανεστη σαμουηλ και απηλθεν εκ γαλγαλων εις οδον αυτου και το καταλειμμα του λαου ανεβη οπισω σαουλ εις απαντησιν οπισω του λαου του πολεμιστου αυτων παραγενομενων εκ γαλγαλων εις γαβαα βενιαμιν και επεσκεψατο σαουλ τον λαον τον ευρεθεντα μετ' αυτου ως εξακοσιους ανδρας

16 και σαουλ και ιωναθαν υιος αυτου και ο λαος οι ευρεθεντες μετ' αυτων εκαθισαν εν γαβεε βενιαμιν και εκλαιον και οι αλλοφυλοι παρεμβεβληκεισαν εις μαχεμας

17 και εξηλθεν διαφθειρων εξ αγρου αλλοφυλων τρισιν αρχαις η αρχη η μια επιβλεπουσα οδον γοφερα επι γην σωγαλ

18 και η μια αρχη επιβλεπουσα οδον βαιθωρων και η αρχη η μια επιβλεπουσα οδον γαβεε την εισκυπτουσαν επι γαι την σαβιν

19 και τεκτων σιδηρου ουχ ευρισκετο εν παση γη ισραηλ οτι ειπον οι αλλοφυλοι μη ποιησωσιν οι εβραιοι ρομφαιαν και δορυ

20 και κατεβαινον πας ισραηλ εις γην αλλοφυλων χαλκευειν εκαστος το θεριστρον αυτου και το σκευος αυτου και εκαστος την αξινην αυτου και το δρεπανον αυτου

21 και ην ο τρυγητος ετοιμος του θεριζειν τα δε σκευη ην τρεις σικλοι εις τον οδοντα και τη αξινη και τω δρεπανω υποστασις ην η αυτη

22 και εγενηθη εν ταις ημεραις του πολεμου μαχεμας και ουχ ευρεθη ρομφαια και δορυ εν χειρι παντος του λαου του μετα σαουλ και μετα ιωναθαν και ευρεθη τω σαουλ και τω ιωναθαν υιω αυτου

23 και εξηλθεν εξ υποστασεως των αλλοφυλων την εν τω περαν μαχεμας

← 1 Samuel 12   1 Samuel 14 →
   Studovat vnitřní smysl
Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 2463, 7161


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 410

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 4:10, 10:19, 31:28, 34:30

Joshua 7:2, 10:10, 11:4, 13:8, 11, 18:23, 24, 22:6

Judges 3:27, 5:8, 6:2, 7:12, 10:9

1 Samuel 5, 8, 26, 14:2, 5, 11, 23, 52, 15:22, 23, 26, 16:1, 17:1, 11, 24:3, 26:21, 27:12, 31:7

2 Samuel 5:2, 6:21, 10:6, 23:29, 24:10

1 Chronicles 10:13

Ezra 2:27

Nehemiah 11:31, 34

Proverbs 27:24

Isaiah 10:28, 29

Acts of the Apostles 13:22

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Chariots in the Word Crossword Puzzle
Complete a crossword on chariots in the Word by looking up references to stories in the Old ad New Testaments.
Activity | Ages 9 - 13

 Saul's Impatience
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Saul’s Impatience (3-5 years)
Project | Ages 4 - 6

 Saul’s Impatience (6-8 years)
Project | Ages 7 - 10

 Saul’s Impatience (9-11 years)
Project | Ages 11 - 14

 Saul’s Unlawful Sacrifice
Coloring Page | Ages 7 - 14

 The Problem With Worry
Spiritual tasks offer a reflection on a Biblical story and suggest a task for spiritual growth.
Activity | Ages over 18


Přeložit: