1 Samuel 11

Studovat vnitřní smysl
← 1 Samuel 10   1 Samuel 12 →         

1 και εγενηθη ως μετα μηνα και ανεβη ναας ο αμμανιτης και παρεμβαλλει επι ιαβις γαλααδ και ειπον παντες οι ανδρες ιαβις προς ναας τον αμμανιτην διαθου ημιν διαθηκην και δουλευσομεν σοι

2 και ειπεν προς αυτους ναας ο αμμανιτης εν ταυτη διαθησομαι υμιν διαθηκην εν τω εξορυξαι υμων παντα οφθαλμον δεξιον και θησομαι ονειδος επι ισραηλ

3 και λεγουσιν αυτω οι ανδρες ιαβις ανες ημιν επτα ημερας και αποστελουμεν αγγελους εις παν οριον ισραηλ εαν μη η ο σωζων ημας εξελευσομεθα προς υμας

4 και ερχονται οι αγγελοι εις γαβαα προς σαουλ και λαλουσιν τους λογους εις τα ωτα του λαου και ηραν πας ο λαος την φωνην αυτων και εκλαυσαν

5 και ιδου σαουλ ηρχετο μετα το πρωι εξ αγρου και ειπεν σαουλ τι οτι κλαιει ο λαος και διηγουνται αυτω τα ρηματα των υιων ιαβις

6 και εφηλατο πνευμα κυριου επι σαουλ ως ηκουσεν τα ρηματα ταυτα και εθυμωθη επ' αυτους οργη αυτου σφοδρα

7 και ελαβεν δυο βοας και εμελισεν αυτας και απεστειλεν εις παν οριον ισραηλ εν χειρι αγγελων λεγων ος ουκ εστιν εκπορευομενος οπισω σαουλ και οπισω σαμουηλ κατα ταδε ποιησουσιν τοις βουσιν αυτου και επηλθεν εκστασις κυριου επι τον λαον ισραηλ και εβοησαν ως ανηρ εις

8 και επισκεπτεται αυτους αβιεζεκ εν βαμα παν ανδρα ισραηλ εξακοσιας χιλιαδας και ανδρας ιουδα εβδομηκοντα χιλιαδας

9 και ειπεν τοις αγγελοις τοις ερχομενοις ταδε ερειτε τοις ανδρασιν ιαβις αυριον υμιν η σωτηρια διαθερμαναντος του ηλιου και ηλθον οι αγγελοι εις την πολιν και απαγγελλουσιν τοις ανδρασιν ιαβις και ευφρανθησαν

10 και ειπαν οι ανδρες ιαβις προς ναας τον αμμανιτην αυριον εξελευσομεθα προς υμας και ποιησετε ημιν το αγαθον ενωπιον υμων

11 και εγενηθη μετα την αυριον και εθετο σαουλ τον λαον εις τρεις αρχας και εισπορευονται μεσον της παρεμβολης εν φυλακη τη πρωινη και ετυπτον τους υιους αμμων εως διεθερμανθη η ημερα και εγενηθησαν οι υπολελειμμενοι διεσπαρησαν και ουχ υπελειφθησαν εν αυτοις δυο κατα το αυτο

12 και ειπεν ο λαος προς σαμουηλ τις ο ειπας οτι σαουλ ου βασιλευσει ημων παραδος τους ανδρας και θανατωσομεν αυτους

13 και ειπεν σαουλ ουκ αποθανειται ουδεις εν τη ημερα ταυτη οτι σημερον κυριος εποιησεν σωτηριαν εν ισραηλ

14 και ειπεν σαμουηλ προς τον λαον λεγων πορευθωμεν εις γαλγαλα και εγκαινισωμεν εκει την βασιλειαν

15 και επορευθη πας ο λαος εις γαλγαλα και εχρισεν σαμουηλ εκει τον σαουλ εις βασιλεα ενωπιον κυριου εν γαλγαλοις και εθυσεν εκει θυσιας και ειρηνικας ενωπιον κυριου και ευφρανθη σαμουηλ και πας ισραηλ ωστε λιαν

← 1 Samuel 10   1 Samuel 12 →
   Studovat vnitřní smysl
Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 4262, 9397

Jiný komentář

  Příběhy:


  Související Knihy  (see all)


Skočit na podobné biblické verše

Judges 2:4, 7:16, 11:4, 19:29, 20:1, 21:5, 8

1 Samuel 10:6, 8, 10, 24, 26, 27, 11:12, 12:12, 14:45, 47, 19:5, 30:4, 31:11

2 Samuel 2:5, 10:1, 2, 19:23

1 Kings 5:1, 20:4

1 Chronicles 10:12

2 Chronicles 17:5, 19:7

Ecclesiastes 7:21

Isaiah 8:13

Matthew 13:55

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 How Samuel Served the Lord
Worship Talk | Ages 7 - 14

 Saul Anointed by Samuel, Reigns as King
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Saul Anointed King
Activity | Ages 11 - 14

 Seeking After Good Things
Worship Talk | Ages 7 - 14

 The Choosing of Saul
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 The Choosing of Saul (3-5 years)
Project | Ages 4 - 6

 The Choosing of Saul (6-8 years)
Project | Ages 7 - 10

 The Choosing of Saul (9-11 years)
Project | Ages 11 - 14


Přeložit: