1 Samuel 1

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Ruth 4   1 Samuel 2 →

1 ανθρωπος ην εξ αρμαθαιμ σιφα εξ ορους εφραιμ και ονομα αυτω ελκανα υιος ιερεμεηλ υιου ηλιου υιου θοκε εν νασιβ εφραιμ

2 και τουτω δυο γυναικες ονομα τη μια αννα και ονομα τη δευτερα φεννανα και ην τη φεννανα παιδια και τη αννα ουκ ην παιδιον

3 και ανεβαινεν ο ανθρωπος εξ ημερων εις ημερας εκ πολεως αυτου εξ αρμαθαιμ προσκυνειν και θυειν τω κυριω θεω σαβαωθ εις σηλω και εκει ηλι και οι δυο υιοι αυτου οφνι και φινεες ιερεις του κυριου

4 και εγενηθη ημερα και εθυσεν ελκανα και εδωκεν τη φεννανα γυναικι αυτου και τοις υιοις αυτης και ταις θυγατρασιν αυτης μεριδας

5 και τη αννα εδωκεν μεριδα μιαν οτι ουκ ην αυτη παιδιον πλην οτι την ανναν ηγαπα ελκανα υπερ ταυτην και κυριος απεκλεισεν τα περι την μητραν αυτης

6 οτι ουκ εδωκεν αυτη κυριος παιδιον κατα την θλιψιν αυτης και κατα την αθυμιαν της θλιψεως αυτης και ηθυμει δια τουτο οτι συνεκλεισεν κυριος τα περι την μητραν αυτης του μη δουναι αυτη παιδιον

7 ουτως εποιει ενιαυτον κατ' ενιαυτον εν τω αναβαινειν αυτην εις οικον κυριου και ηθυμει και εκλαιεν και ουκ ησθιεν

8 και ειπεν αυτη ελκανα ο ανηρ αυτης αννα και ειπεν αυτω ιδου εγω κυριε και ειπεν αυτη τι εστιν σοι οτι κλαιεις και ινα τι ουκ εσθιεις και ινα τι τυπτει σε η καρδια σου ουκ αγαθος εγω σοι υπερ δεκα τεκνα

9 και ανεστη αννα μετα το φαγειν αυτους εν σηλω και κατεστη ενωπιον κυριου και ηλι ο ιερευς εκαθητο επι του διφρου επι των φλιων ναου κυριου

10 και αυτη κατωδυνος ψυχη και προσηυξατο προς κυριον και κλαιουσα εκλαυσεν

11 και ηυξατο ευχην κυριω λεγουσα αδωναι κυριε ελωαι σαβαωθ εαν επιβλεπων επιβλεψης επι την ταπεινωσιν της δουλης σου και μνησθης μου και δως τη δουλη σου σπερμα ανδρων και δωσω αυτον ενωπιον σου δοτον εως ημερας θανατου αυτου και οινον και μεθυσμα ου πιεται και σιδηρος ουκ αναβησεται επι την κεφαλην αυτου

12 και εγενηθη οτε επληθυνεν προσευχομενη ενωπιον κυριου και ηλι ο ιερευς εφυλαξεν το στομα αυτης

13 και αυτη ελαλει εν τη καρδια αυτης και τα χειλη αυτης εκινειτο και φωνη αυτης ουκ ηκουετο και ελογισατο αυτην ηλι εις μεθυουσαν

14 και ειπεν αυτη το παιδαριον ηλι εως ποτε μεθυσθηση περιελου τον οινον σου και πορευου εκ προσωπου κυριου

15 και απεκριθη αννα και ειπεν ουχι κυριε γυνη η σκληρα ημερα εγω ειμι και οινον και μεθυσμα ου πεπωκα και εκχεω την ψυχην μου ενωπιον κυριου

16 μη δως την δουλην σου εις θυγατερα λοιμην οτι εκ πληθους αδολεσχιας μου εκτετακα εως νυν

17 και απεκριθη ηλι και ειπεν αυτη πορευου εις ειρηνην ο θεος ισραηλ δωη σοι παν αιτημα σου ο ητησω παρ' αυτου

18 και ειπεν ευρεν η δουλη σου χαριν εν οφθαλμοις σου και επορευθη η γυνη εις την οδον αυτης και εισηλθεν εις το καταλυμα αυτης και εφαγεν μετα του ανδρος αυτης και επιεν και το προσωπον αυτης ου συνεπεσεν ετι

19 και ορθριζουσιν το πρωι και προσκυνουσιν τω κυριω και πορευονται την οδον αυτων και εισηλθεν ελκανα εις τον οικον αυτου αρμαθαιμ και εγνω την ανναν γυναικα αυτου και εμνησθη αυτης κυριος

20 και συνελαβεν και εγενηθη τω καιρω των ημερων και ετεκεν υιον και εκαλεσεν το ονομα αυτου σαμουηλ και ειπεν οτι παρα κυριου θεου σαβαωθ ητησαμην αυτον

21 και ανεβη ο ανθρωπος ελκανα και πας ο οικος αυτου θυσαι εν σηλωμ την θυσιαν των ημερων και τας ευχας αυτου και πασας τας δεκατας της γης αυτου

22 και αννα ουκ ανεβη μετ' αυτου οτι ειπεν τω ανδρι αυτης εως του αναβηναι το παιδαριον εαν απογαλακτισω αυτο και οφθησεται τω προσωπω κυριου και καθησεται εκει εως αιωνος

23 και ειπεν αυτη ελκανα ο ανηρ αυτης ποιει το αγαθον εν οφθαλμοις σου καθου εως αν απογαλακτισης αυτο αλλα στησαι κυριος το εξελθον εκ του στοματος σου και εκαθισεν η γυνη και εθηλασεν τον υιον αυτης εως αν απογαλακτιση αυτον

24 και ανεβη μετ' αυτου εις σηλωμ εν μοσχω τριετιζοντι και αρτοις και οιφι σεμιδαλεως και νεβελ οινου και εισηλθεν εις οικον κυριου εν σηλωμ και το παιδαριον μετ' αυτων

25 και προσηγαγον ενωπιον κυριου και εσφαξεν ο πατηρ αυτου την θυσιαν ην εποιει εξ ημερων εις ημερας τω κυριω και προσηγαγεν το παιδαριον και εσφαξεν τον μοσχον και προσηγαγεν αννα η μητηρ του παιδαριου προς ηλι

26 και ειπεν εν εμοι κυριε ζη η ψυχη σου εγω η γυνη η καταστασα ενωπιον σου εν τω προσευξασθαι προς κυριον

27 υπερ του παιδαριου τουτου προσηυξαμην και εδωκεν μοι κυριος το αιτημα μου ο ητησαμην παρ' αυτου

28 καγω κιχρω αυτον τω κυριω πασας τας ημερας ας ζη αυτος χρησιν τω κυριω

← Ruth 4   1 Samuel 2 →
   Studovat vnitřní smysl

Exploring the Meaning of 1st Book of Samuel, Chapter 1      

Napsal(a) Rev. Garry Walsh

The 1st Book of Samuel opens with a story about a man named Elkanah and his two wives. One wife, Peninnah, had borne children. The other, Hannah, whom he loved especially well, was childless. Whenever it was the family’s time to bring an offering to the Lord at the tabernacle in Shiloh, Elkanah gave Hannah a double portion for her to offer, to show his love for her and his desire that she might be blessed.

On one of these visits to Shiloh, Hannah, in a state of deep religious conviction and emotional distress, pleaded in a prayer to the Lord that she might have a child. Eli, the high priest, seeing her mouth move but no words coming out, thought that she must have been drunk. She declared that she had not had any strong drink, but that she was expressing the grief in her heart. Eli understood, then, and sent her on her way with his blessing.

Soon, a child was conceived. Hannah gave birth to a son who she named Samuel. The name “Samuel” literally means “God heard.” It was her decision to keep him home with her until he was weaned. Once weaned, she took the child back to Eli so that he might spend his life there in service to the Lord.

This story speaks to a state of life where a person is deeply upset because they feel as if they are lacking something that is essential for eternal happiness. The name “Hannah” literally means favor or grace. She paints a picture of someone who is pleading for God’s grace to deliver them the true happiness they desire.

Hannah’s grief-filled prayer took place at the tabernacle in Shiloh. Shiloh literal means tranquility or peace. In particular, Shiloh represents the type of peace that only the Lord Himself can give. (see Arcana Coelestia 6373).

The thing that is often missing in someone’s life, and that is being referred to here, is the truth. The more truth we have and the more we understand the Lord, ourselves, and the path that our life should take, the more of that true happiness we can find (see Apocalypse Explained 375).

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 66, 1408, 7836, 9391, 9849

Apocalypse Revealed 242


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 279, 750

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 11:30, 21:8, 24:45, 28:20, 29:32, 30:1, 22, 32:6, 43:34

Leviticus 27:2

Numbers 6:8, 30:7, 8, 12

Deuteronomy 12:6, 13:14

Joshua 18:1, 25

Judges 4:5, 7:15, 12:5, 13:5

Ruth 2:2, 13, 4:15

1 Samuel 1:1, 19, 2:1, 11, 19, 20, 7:17, 8:4, 9:4, 14:36, 40, 15:34, 16:13, 17:12, 55, 19:18, 20:3, 42, 25:1, 26, 35, 29:7

2 Samuel 7:25, 11:11, 15:9

2 Kings 2:2, 4, 6

1 Chronicles 4:10, 6:12

Job 7:11

Psalms 20:5, 34:6, 62:9, 102:5, 120:1

Proverbs 14:10, 31:2

Matthew 7:7

Mark 5:34

Luke 1:7

Romans 12:12

Philippians 4:6

Hebrews 11:32

James 5:13

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Family Worship: The Birth of Samuel
Ideas for reading and discussing the story of Samuel’s birth.
Religion Lesson | Ages 3 - 12

 For This Child I Prayed
Worship Talk | Ages 7 - 14

 Hannah Prays for a Son
Make an accordion book showing key parts of the story of Samuel’s birth. Be sure to show Hannah with baby Samuel in one of the pictures!
Project | Ages 6 - 10

 Procreation Spiritual and Natural
Worship Talk | Ages over 18

 Quotes: The Love of Children
Teaching Support | Ages over 15

 Samuel
This lesson discusses a story from the Word and suggests projects and activities for young children.
Sunday School Lesson | Ages 4 - 6

 Samuel Is Born Review Questions
Choose words from a word blank to complete sentences about Samuel.
Activity | Ages 3 - 13

 The Birth of Samuel
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 The Birth of Samuel
Family lessons provide a worship talk and a variety of activities for children and teens..
Religion Lesson | Ages 4 - 17

 The Birth of Samuel
A family talk about the meaning of the name "Samuel" and the importance of prayer.
Worship Talk | Ages 7 - 17

 The Birth of Samuel
Illustrate the story of baby Samuel by sliding him from the Lord to his mother, Hannah, and then back to the Lord.
Project | Ages 3 - 6

 The Birth of Samuel
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6

 The Birth of Samuel (3-5 years)
Project | Ages 4 - 6

 The Birth of Samuel (6-8 years)
Project | Ages 7 - 10

 The Birth of Samuel (9-11 years)
Project | Ages 11 - 14

 The Story of the Birth of Samuel Retold
A retelling of the birth of Samuel for children.
Story | Ages 3 - 12


Přeložit: