1 Maccabees 8

Greek OT: LXX [A] Unaccented

← 1 Maccabees 7   1 Maccabees 9 →

1 και ηκουσεν ιουδας το ονομα των ρωμαιων οτι εισιν δυνατοι ισχυι και αυτοι ευδοκουσιν εν πασιν τοις προστιθεμενοις αυτοις και οσοι αν προσελθωσιν αυτοις ιστωσιν αυτοις φιλιαν και οτι εισι δυνατοι ισχυι

2 και διηγησαντο αυτω τους πολεμους αυτων και τας ανδραγαθιας ας ποιουσιν εν τοις γαλαταις και οτι κατεκρατησαν αυτων και ηγαγον αυτους υπο φορον

3 και οσα εποιησαν εν χωρα σπανιας του κατακρατησαι των μεταλλων του αργυριου και του χρυσιου του εκει

4 και κατεκρατησαν του τοπου παντος τη βουλη αυτων και τη μακροθυμια και ο τοπος ην απεχων μακραν απ' αυτων σφοδρα και των βασιλεων των επελθοντων επ' αυτους απ' ακρου της γης εως συνετριψαν αυτους και επαταξαν εν αυτοις πληγην μεγαλην και οι επιλοιποι διδοασιν αυτοις φορον κατ' ενιαυτον

5 και τον φιλιππον και τον περσεα κιτιεων βασιλεα και τους επηρμενους επ' αυτους συνετριψαν αυτους εν πολεμω και κατεκρατησαν αυτων

6 και αντιοχον τον μεγαν βασιλεα της ασιας τον πορευθεντα επ' αυτους εις πολεμον εχοντα εκατον εικοσι ελεφαντας και ιππον και αρματα και δυναμιν πολλην σφοδρα και συνετριβη υπ' αυτων

7 και ελαβον αυτον ζωντα και εστησαν αυτοις διδοναι αυτον τε και τους βασιλευοντας μετ' αυτον φορον μεγαν και διδοναι ομηρα και διαστολην

8 και χωραν την ινδικην και μηδιαν και λυδιαν απο των καλλιστων χωρων αυτων και λαβοντες αυτας παρ' αυτου εδωκαν αυτας ευμενει τω βασιλει

9 και οτι οι εκ της ελλαδος εβουλευσαντο ελθειν και εξαραι αυτους

10 και εγνωσθη ο λογος αυτοις και απεστειλαν επ' αυτους στρατηγον ενα και επολεμησαν προς αυτους και επεσον εξ αυτων τραυματιαι πολλοι και ηχμαλωτισαν τας γυναικας αυτων και τα τεκνα αυτων και επρονομευσαν αυτους και κατεκρατησαν της γης και καθειλον τα οχυρωματα αυτων και κατεδουλωσαντο αυτους εως της ημερας ταυτης

11 και τας επιλοιπους βασιλειας και τας νησους οσοι ποτε αντεστησαν αυτοις κατεφθειραν και εδουλωσαν αυτους μετα δε των φιλων αυτων και των επαναπαυομενων αυτοις συνετηρησαν φιλιαν

12 και κατεκρατησαν των βασιλεων των εγγυς και των μακραν και οσοι ηκουον το ονομα αυτων εφοβουντο απ' αυτων

13 οις δ' αν βουλωνται βοηθειν και βασιλευειν βασιλευουσιν ους δ' αν βουλωνται μεθιστωσιν και υψωθησαν σφοδρα

14 και εν πασιν τουτοις ουκ επεθεντο αυτων ουδε εις διαδημα ουδε περιεβαλοντο πορφυραν ωστε αδρυνθηναι εν αυτη

15 και βουλευτηριον εποιησαν εαυτοις και καθ' ημεραν εβουλευοντο τριακοσιοι και εικοσι βουλευομενοι δια παντος περι του πληθους του ευκοσμειν αυτους

16 και πιστευουσιν ενι ανθρωπω αρχειν αυτων κατ' ενιαυτον και κυριευειν πασης της γης αυτων και παντες ακουουσιν του ενος και ουκ εστιν φθονος ουδε ζηλος εν αυτοις

17 και επελεξατο ιουδας τον ευπολεμον υιον ιωαννου του ακκως και ιασονα υιον ελεαζαρου και απεστειλεν αυτους εις ρωμην στησαι φιλιαν και συμμαχιαν

18 και του αραι τον ζυγον απ' αυτων οτι ειδον την βασιλειαν των ελληνων καταδουλουμενους τον ισραηλ δουλεια

19 και επορευθησαν εις ρωμην και η οδος πολλη σφοδρα και εισηλθοσαν εις το βουλευτηριον και απεκριθησαν και ειπον

20 ιουδας ο και μακκαβαιος και οι αδελφοι αυτου και το πληθος των ιουδαιων απεστειλαν ημας προς υμας στησαι μεθ' υμων συμμαχιαν και ειρηνην και γραφηναι ημας συμμαχους και φιλους υμων

21 και ηρεσεν ο λογος ενωπιον αυτων

22 και τουτο το αντιγραφον της επιστολης ης αντεγραψαν επι δελτοις χαλκαις και απεστειλαν εις ιερουσαλημ ειναι παρ' αυτοις εκει μνημοσυνον ειρηνης και συμμαχιας

23 καλως γενοιτο ρωμαιοις και τω εθνει ιουδαιων εν τη θαλασση και επι της ξηρας εις τον αιωνα και ρομφαια και εχθρος μακρυνθειη απ' αυτων

24 εαν δε ενστη πολεμος ρωμη προτερα η πασιν τοις συμμαχοις αυτων εν παση τη κυριεια αυτων

25 συμμαχησει το εθνος των ιουδαιων ως αν ο καιρος υπογραφη αυτοις καρδια πληρει

26 και τοις πολεμουσιν ου δωσουσιν ουδε επαρκεσουσιν σιτον οπλα αργυριον πλοια ως εδοξεν ρωμη και φυλαξονται τα φυλαγματα αυτων ουθεν λαβοντες

27 κατα τα αυτα δε εαν εθνει ιουδαιων συμβη προτεροις πολεμος συμμαχησουσιν οι ρωμαιοι εκ ψυχης ως αν αυτοις ο καιρος υπογραφη

28 και τοις συμμαχουσιν ου δοθησεται σιτος οπλα αργυριον πλοια ως εδοξεν ρωμη και φυλαξονται τα φυλαγματα ταυτα και ου μετα δολου

29 κατα τους λογους τουτους ουτως εστησαν ρωμαιοι τω δημω των ιουδαιων

30 εαν δε μετα τους λογους τουτους βουλευσωνται ουτοι και ουτοι προσθειναι η αφελειν ποιησονται εξ αιρεσεως αυτων και ο αν προσθωσιν η αφελωσιν εσται κυρια

31 και περι των κακων ων ο βασιλευς δημητριος συντελειται εις αυτους εγραψαμεν αυτω λεγοντες δια τι εβαρυνας τον ζυγον σου επι τους φιλους ημων τους συμμαχους ιουδαιους

32 εαν ουν ετι εντυχωσιν κατα σου ποιησομεν αυτοις την κρισιν και πολεμησομεν σε δια της θαλασσης και δια της ξηρας

← 1 Maccabees 7   1 Maccabees 9 →

Přeložit:
Sdílet: