1 Maccabees 7

Greek OT: LXX [A] Unaccented

← 1 Maccabees 6   1 Maccabees 8 →

1 ετους ενος και πεντηκοστου και εκατοστου εξηλθεν δημητριος ο του σελευκου εκ ρωμης και ανεβη συν ανδρασιν ολιγοις εις πολιν παραθαλασσιαν και εβασιλευσεν εκει

2 και εγενετο ως εισεπορευετο εις οικον βασιλειας πατερων αυτου και συνελαβον αι δυναμεις τον αντιοχον και τον λυσιαν αγαγειν αυτους αυτω

3 και εγνωσθη αυτω το πραγμα και ειπεν μη μοι δειξητε τα προσωπα αυτων

4 και απεκτειναν αυτους αι δυναμεις και εκαθισεν δημητριος επι θρονου βασιλειας αυτου

5 και ηλθον προς αυτον παντες ανδρες ανομοι και ασεβεις εξ ισραηλ και αλκιμος ηγειτο αυτων βουλομενος ιερατευειν

6 και κατηγορησαν του λαου προς τον βασιλεα λεγοντες απωλεσεν ιουδας και οι αδελφοι αυτου παντας τους φιλους σου και ημας εσκορπισεν απο της γης ημων

7 νυν ουν αποστειλον ανδρα ω πιστευεις και πορευθεις ιδετω την εξολεθρευσιν πασαν ην εποιησεν ημιν και τη χωρα του βασιλεως και κολασατω αυτους και παντας τους επιβοηθουντας αυτοις

8 και επελεξεν ο βασιλευς τον βακχιδην των φιλων του βασιλεως κυριευοντα εν τω περαν του ποταμου και μεγαν εν τη βασιλεια και πιστον τω βασιλει

9 και απεστειλεν αυτον και αλκιμον τον ασεβη και εστησεν αυτω την ιερωσυνην και ενετειλατο αυτω ποιησαι την εκδικησιν εν τοις υιοις ισραηλ

10 και απηρον και ηλθον μετα δυναμεως πολλης εις γην ιουδα και απεστειλεν αγγελους προς ιουδαν και τους αδελφους αυτου λογοις ειρηνικοις μετα δολου

11 και ου προσεσχον τοις λογοις αυτων ειδον γαρ οτι ηλθαν μετα δυναμεως πολλης

12 και επισυνηχθησαν προς αλκιμον και βακχιδην συναγωγη γραμματεων εκζητησαι δικαια

13 και πρωτοι οι ασιδαιοι ησαν εν υιοις ισραηλ και επεζητουν παρ' αυτων ειρηνην

14 ειπον γαρ ανθρωπος ιερευς εκ σπερματος ααρων ηλθεν εν ταις δυναμεσιν και ουκ αδικησει ημας

15 και ελαλησεν μετ' αυτων λογους ειρηνικους και ωμοσεν αυτοις λεγων ουκ εκζητησομεν υμιν κακον και τοις φιλοις υμων

16 και ενεπιστευσαν αυτω και συνελαβεν εξ αυτων εξηκοντα ανδρας και απεκτεινεν αυτους εν ημερα μια κατα τον λογον ον εγραψεν αυτον

17 σαρκας οσιων σου και αιμα αυτων εξεχεαν κυκλω ιερουσαλημ και ουκ ην αυτοις ο θαπτων

18 και επεπεσεν αυτων ο φοβος και ο τρομος εις παντα τον λαον οτι ειπον ουκ εστιν εν αυτοις αληθεια και κρισις παρεβησαν γαρ την στασιν και τον ορκον ον ωμοσαν

19 και απηρεν βακχιδης απο ιερουσαλημ και παρενεβαλεν εν βηθζαιθ και απεστειλεν και συνελαβεν πολλους απο των μετ' αυτου αυτομολησαντων ανδρων και τινας του λαου και εθυσεν αυτους εις το φρεαρ το μεγα

20 και κατεστησεν την χωραν τω αλκιμω και αφηκεν μετ' αυτου δυναμιν του βοηθειν αυτω και απηλθεν βακχιδης προς τον βασιλεα

21 και ηγωνισατο αλκιμος περι της αρχιερωσυνης

22 και συνηχθησαν προς αυτον παντες οι ταρασσοντες τον λαον αυτων και κατεκρατησαν γην ιουδα και εποιησαν πληγην μεγαλην εν ισραηλ

23 και ειδεν ιουδας πασαν την κακιαν ην εποιησεν αλκιμος και οι μετ' αυτου εν υιοις ισραηλ υπερ τα εθνη

24 και εξηλθεν εις παντα τα ορια της ιουδαιας κυκλοθεν και εποιησεν εκδικησιν εν τοις ανδρασιν τοις αυτομολησασιν και ανεσταλησαν του εκπορευεσθαι εις την χωραν

25 ως δε ειδεν αλκιμος οτι ενισχυσεν ιουδας και οι μετ' αυτου και εγνω οτι ου δυναται υποστηναι αυτους και επεστρεψεν προς τον βασιλεα και κατηγορησεν αυτων πονηρα

26 και απεστειλεν ο βασιλευς νικανορα ενα των αρχοντων αυτου των ενδοξων και μισουντα και εχθραινοντα τω ισραηλ και ενετειλατο αυτω εξαραι τον λαον

27 και ηλθεν νικανωρ εις ιερουσαλημ δυναμει πολλη και απεστειλεν προς ιουδαν και τους αδελφους αυτου μετα δολου λογοις ειρηνικοις λεγων

28 μη εστω μαχη ανα μεσον εμου και υμων ηξω εν ανδρασιν ολιγοις ινα ιδω υμων τα προσωπα μετ' ειρηνης

29 και ηλθεν προς ιουδαν και ησπασαντο αλληλους ειρηνικως και οι πολεμιοι ετοιμοι ησαν εξαρπασαι τον ιουδαν

30 και εγνωσθη ο λογος τω ιουδα οτι μετα δολου ηλθεν επ' αυτον και επτοηθη απ' αυτου και ουκ εβουληθη ετι ιδειν το προσωπον αυτου

31 και εγνω νικανωρ οτι απεκαλυφθη η βουλη αυτου και εξηλθεν εις συναντησιν τω ιουδα εν πολεμω κατα χαφαρσαλαμα

32 και επεσον των παρα νικανορος ωσει πεντακοσιοι ανδρες και εφυγον εις την πολιν δαυιδ

33 και μετα τους λογους τουτους ανεβη νικανωρ εις ορος σιων και εξηλθον απο των ιερεων εκ των αγιων και απο των πρεσβυτερων του λαου ασπασασθαι αυτον ειρηνικως και δειξαι αυτω την ολοκαυτωσιν την προσφερομενην υπερ του βασιλεως

34 και εμυκτηρισεν αυτους και κατεγελασεν αυτων και εμιανεν αυτους και ελαλησεν υπερηφανως

35 και ωμοσεν μετα θυμου λεγων εαν μη παραδοθη ιουδας και η παρεμβολη αυτου εις χειρας μου το νυν και εσται εαν επιστρεψω εν ειρηνη εμπυριω τον οικον τουτον και εξηλθεν μετα θυμου μεγαλου

36 και εισηλθον οι ιερεις και εστησαν κατα προσωπον του θυσιαστηριου και του ναου και εκλαυσαν και ειπον

37 συ εξελεξω τον οικον τουτον επικληθηναι το ονομα σου επ' αυτου ειναι οικον προσευχης και δεησεως τω λαω σου

38 ποιησον εκδικησιν εν τω ανθρωπω τουτω και εν τη παρεμβολη αυτου και πεσετωσαν εν ρομφαια μνησθητι των δυσφημιων αυτων και μη δως αυτοις μονην

39 και εξηλθεν νικανωρ εξ ιερουσαλημ και παρενεβαλεν εν βαιθωρων και συνηντησεν αυτω δυναμις συριας

40 και ιουδας παρενεβαλεν εν αδασα εν τρισχιλιοις ανδρασιν και προσηυξατο ιουδας και ειπεν

41 οι παρα του βασιλεως οτε εδυσφημησαν εξηλθεν ο αγγελος σου και επαταξεν εν αυτοις εκατον ογδοηκοντα πεντε χιλιαδας

42 ουτως συντριψον την παρεμβολην ταυτην ενωπιον ημων σημερον και γνωτωσαν οι επιλοιποι οτι κακως ελαλησεν επι τα αγια σου και κρινον αυτον κατα την κακιαν αυτου

43 και συνηψαν αι παρεμβολαι εις πολεμον τη τρισκαιδεκατη του μηνος αδαρ και συνετριβη η παρεμβολη νικανορος και επεσεν αυτος πρωτος εν τω πολεμω

44 ως δε ειδεν η παρεμβολη αυτου οτι επεσεν νικανωρ ριψαντες τα οπλα εφυγον

45 και κατεδιωκον αυτους οδον ημερας μιας απο αδασα εως του ελθειν εις γαζηρα και εσαλπιζον οπισω αυτων ταις σαλπιγξιν των σημασιων

46 και εξηλθον εκ πασων των κωμων της ιουδαιας κυκλοθεν και υπερεκερων αυτους και απεστρεφον ουτοι προς τουτους και επεσον παντες ρομφαια και ου κατελειφθη εξ αυτων ουδε εις

47 και ελαβον τα σκυλα και την προνομην και την κεφαλην νικανορος αφειλον και την δεξιαν αυτου ην εξετεινεν υπερηφανως και ηνεγκαν και εξετειναν παρα τη ιερουσαλημ

48 και ηυφρανθη ο λαος σφοδρα και ηγαγον την ημεραν εκεινην ημεραν ευφροσυνης μεγαλην

49 και εστησαν του αγειν κατ' ενιαυτον την ημεραν ταυτην τη τρισκαιδεκατη του αδαρ

50 και ησυχασεν η γη ιουδα ημερας ολιγας

← 1 Maccabees 6   1 Maccabees 8 →

Přeložit:
Sdílet: