1 Maccabees 5

Greek OT: LXX [A] Unaccented

← 1 Maccabees 4   1 Maccabees 6 →

1 και εγενετο οτε ηκουσαν τα εθνη κυκλοθεν οτι ωκοδομηθη το θυσιαστηριον και ενεκαινισθη το αγιασμα ως το προτερον και ωργισθησαν σφοδρα

2 και εβουλευσαντο του αραι το γενος ιακωβ τους οντας εν μεσω αυτων και ηρξαντο του θανατουν εν τω λαω και εξαιρειν

3 και επολεμει ιουδας προς τους υιους ησαυ εν τη ιδουμαια την ακραβαττηνην οτι περιεκαθηντο τον ισραηλ και επαταξεν αυτους πληγην μεγαλην και συνεστειλεν αυτους και ελαβεν τα σκυλα αυτων

4 και εμνησθη της κακιας υιων βαιαν οι ησαν τω λαω εις παγιδα και σκανδαλον εν τω ενεδρευειν αυτους εν ταις οδοις

5 και συνεκλεισθησαν υπ' αυτου εις τους πυργους και παρενεβαλεν επ' αυτους και ανεθεματισεν αυτους και ενεπυρισε τους πυργους αυτης εν πυρι συν πασιν τοις ενουσιν

6 και διεπερασεν επι τους υιους αμμων και ευρεν χειρα κραταιαν και λαον πολυν και τιμοθεον ηγουμενον αυτων

7 και συνηψεν προς αυτους πολεμους πολλους και συνετριβησαν προ προσωπου αυτου και επαταξεν αυτους

8 και προκατελαβετο την ιαζηρ και τας θυγατερας αυτης και ανεστρεψεν εις την ιουδαιαν

9 και επισυνηχθησαν τα εθνη τα εν τη γαλααδ επι τον ισραηλ τους οντας επι τοις οριοις αυτων του εξαραι αυτους και εφυγον εις δαθεμα το οχυρωμα

10 και απεστειλαν γραμματα προς ιουδαν και τους αδελφους αυτου λεγοντες επισυνηγμενα εστιν εφ' ημας τα εθνη κυκλω ημων του εξαραι ημας

11 και ετοιμαζονται ελθειν και προκαταλαβεσθαι το οχυρωμα εις ο κατεφυγομεν και τιμοθεος ηγειται της δυναμεως αυτων

12 νυν ουν ελθων εξελου ημας εκ χειρος αυτων οτι πεπτωκεν εξ ημων πληθος

13 και παντες οι αδελφοι ημων οι οντες εν τοις τουβιου τεθανατωνται και ηχμαλωτικασιν τας γυναικας αυτων και τα τεκνα και την αποσκευην και απωλεσαν εκει ωσει μιαν χιλιαρχιαν ανδρων

14 ετι αι επιστολαι ανεγιγνωσκοντο και ιδου αγγελοι ετεροι παρεγενοντο εκ της γαλιλαιας διερρηχοτες τα ιματια απαγγελλοντες κατα τα ρηματα ταυτα

15 λεγοντες επισυνηχθαι επ' αυτους εκ πτολεμαιδος και τυρου και σιδωνος και πασαν γαλιλαιαν αλλοφυλων του εξαναλωσαι ημας

16 ως δε ηκουσεν ιουδας και ο λαος τους λογους τουτους επισυνηχθη εκκλησια μεγαλη βουλευσασθαι τι ποιησωσιν τοις αδελφοις αυτων τοις ουσιν εν θλιψει και πολεμουμενοις υπ' αυτων

17 και ειπεν ιουδας σιμωνι τω αδελφω αυτου επιλεξον σεαυτω ανδρας και πορευου και ρυσαι τους αδελφους σου τους εν τη γαλιλαια εγω δε και ιωναθαν ο αδελφος μου πορευσομεθα εις την γαλααδιτιν

18 και κατελιπεν ιωσηπον τον του ζαχαριου και αζαριαν ηγουμενον του λαου μετα των επιλοιπων της δυναμεως εν τη ιουδαια εις τηρησιν

19 και ενετειλατο αυτοις λεγων προστητε του λαου τουτου και μη συναψητε πολεμον προς τα εθνη εως του επιστρεψαι ημας

20 και εμερισθησαν σιμωνι ανδρες τρισχιλιοι του πορευθηναι εις την γαλιλαιαν ιουδα δε ανδρες οκτακισχιλιοι εις την γαλααδιτιν

21 και επορευθη σιμων εις την γαλιλαιαν και συνηψεν πολεμους πολλους προς τα εθνη και συνετριβη τα εθνη απο προσωπου αυτου

22 και εδιωξεν αυτους εως της πυλης πτολεμαιδος και επεσον εκ των εθνων εις τρισχιλιους ανδρας και ελαβεν τα σκυλα αυτων

23 και παρελαβεν τους εκ της γαλιλαιας και εν αρβαττοις συν ταις γυναιξιν και τοις τεκνοις και παντα οσα ην αυτοις και ηγαγεν εις την ιουδαιαν μετ' ευφροσυνης μεγαλης

24 και ιουδας ο μακκαβαιος και ιωναθαν ο αδελφος αυτου διεβησαν τον ιορδανην και επορευθησαν οδον τριων ημερων εν τη ερημω

25 και συνηντησαν τοις ναβαταιοις και απηντησαν αυτοις ειρηνικως και διηγησαντο αυτοις παντα τα συμβαντα τοις αδελφοις αυτων εν τη γαλααδιτιδι

26 και οτι πολλοι εξ αυτων συνειλημμενοι εισιν εις βοσορρα και βοσορ εν αλεμοις χασφω μακεδ και καρναιν πασαι αι πολεις αυται οχυραι και μεγαλαι

27 και εν ταις λοιπαις πολεσιν της γαλααδιτιδος εισιν συνειλημμενοι εις αυριον τασσονται παρεμβαλειν επι τα οχυρωματα και καταλαβεσθαι και εξαραι παντας τουτους εν ημερα μια

28 και απεστρεψεν ιουδας και η παρεμβολη αυτου οδον εις την ερημον βοσορρα αφνω και κατελαβετο την πολιν και απεκτεινε παν αρσενικον εν στοματι ρομφαιας και ελαβεν παντα τα σκυλα αυτων και ενεπρησεν αυτην πυρι

29 και απηρεν εκειθεν νυκτος και επορευοντο εως επι το οχυρωμα

30 και εγενετο εωθινη ηραν τους οφθαλμους αυτων και ιδου λαος πολυς ου ουκ ην αριθμος αιροντες κλιμακας και μηχανας καταλαβεσθαι το οχυρωμα και επολεμουν αυτους

31 και ειδεν ιουδας οτι ηρκται ο πολεμος και η κραυγη της πολεως ανεβη εως ουρανου σαλπιγξιν και κραυγη μεγαλη

32 και ειπεν τοις ανδρασιν της δυναμεως πολεμησατε σημερον υπερ των αδελφων ημων

33 και εξηλθεν εν τρισιν αρχαις εξοπισθεν αυτων και εσαλπισαν ταις σαλπιγξιν και εβοησαν εν προσευχη

34 και επεγνω η παρεμβολη τιμοθεου οτι μακκαβαιος εστιν και εφυγον απο προσωπου αυτου και επαταξεν αυτους πληγην μεγαλην και επεσον εξ αυτων εν εκεινη τη ημερα εις οκτακισχιλιους ανδρας

35 και απεκλινεν εις αλεμα και επολεμησεν αυτην και κατελαβετο αυτην και απεκτεινεν παν αρσενικον αυτης και ελαβεν τα σκυλα αυτης και ενεπρησεν αυτην εν πυρι

36 εκειθεν απηρεν και προκατελαβετο την χασφω μακεδ και βοσορ και τας λοιπας πολεις της γαλααδιτιδος

37 μετα δε τα ρηματα ταυτα συνηγαγεν τιμοθεος παρεμβολην αλλην και παρενεβαλεν κατα προσωπον ραφων εκ περαν του χειμαρρου

38 και απεστειλεν ιουδας κατασκοπευσαι την παρεμβολην και απηγγειλαν αυτω λεγοντες επισυνηγμενα εισιν προς αυτον παντα τα εθνη τα κυκλω ημων δυναμις πολλη σφοδρα

39 και αραβας μεμισθωνται εις βοηθειαν αυτοις και παρεμβαλλουσιν περαν του χειμαρρου ετοιμοι του ελθειν επι σε εις πολεμον και επορευθη ιουδας εις συναντησιν αυτων

40 και ειπεν τιμοθεος τοις αρχουσιν της δυναμεως αυτου εν τω εγγιζειν ιουδαν και την παρεμβολην αυτου επι τον χειμαρρουν του υδατος εαν διαβη προς ημας προτερος ου δυνησομεθα υποστηναι αυτον οτι δυναμενος δυνησεται προς ημας

41 εαν δε δειλανθη και παρεμβαλη περαν του ποταμου διαπερασομεν προς αυτον και δυνησομεθα προς αυτον

42 ως δε ηγγισεν ιουδας επι τον χειμαρρουν του υδατος εστησεν τους γραμματεις του λαου επι του χειμαρρου και ενετειλατο αυτοις λεγων μη αφητε παντα ανθρωπον παρεμβαλειν αλλα ερχεσθωσαν παντες εις τον πολεμον

43 και διεπερασεν επ' αυτους προτερος και πας ο λαος οπισθεν αυτου και συνετριβησαν προ προσωπου αυτων παντα τα εθνη και ερριψαν τα οπλα αυτων και εφυγον εις το τεμενος καρναιν

44 και προκατελαβοντο την πολιν και το τεμενος ενεπυρισαν εν πυρι συν πασιν τοις εν αυτω και ετροπωθη καρναιν και ουκ ηδυναντο ετι υποστηναι κατα προσωπον ιουδου

45 και συνηγαγεν ιουδας παντα ισραηλ τους εν τη γαλααδιτιδι απο μικρου εως μεγαλου και τας γυναικας αυτων και τα τεκνα αυτων και την αποσκευην παρεμβολην μεγαλην σφοδρα ελθειν εις γην ιουδα

46 και ηλθον εως εφρων και αυτη πολις μεγαλη επι της οδου οχυρα σφοδρα ουκ ην εκκλιναι απ' αυτης δεξιαν η αριστεραν αλλ' η δια μεσου αυτης πορευεσθαι

47 και απεκλεισαν αυτους οι εκ της πολεως και ενεφραξαν τας πυλας λιθοις

48 και απεστειλεν προς αυτους ιουδας λογοις ειρηνικοις λεγων διελευσομεθα δια της γης σου του απελθειν εις την γην ημων και ουδεις κακοποιησει υμας πλην τοις ποσιν παρελευσομεθα και ουκ ηβουλοντο ανοιξαι αυτω

49 και επεταξεν ιουδας κηρυξαι εν τη παρεμβολη του παρεμβαλειν εκαστον εν ω εστιν τοπω

50 και παρενεβαλον οι ανδρες της δυναμεως και επολεμησεν την πολιν ολην την ημεραν εκεινην και ολην την νυκτα και παρεδοθη η πολις εν χειρι αυτου

51 και απωλεσεν παν αρσενικον εν στοματι ρομφαιας και εξερριζωσεν αυτην και ελαβεν τα σκυλα αυτης και διηλθεν δια της πολεως επανω των απεκταμμενων

52 και διεβησαν τον ιορδανην εις το πεδιον το μεγα κατα προσωπον βαιθσαν

53 και ην ιουδας επισυναγων τους εσχατιζοντας και παρακαλων τον λαον κατα πασαν την οδον εως ηλθεν εις γην ιουδα

54 και ανεβησαν εις ορος σιων εν ευφροσυνη και χαρα και προσηγαγον ολοκαυτωματα οτι ουκ επεσεν εξ αυτων ουθεις εως του επιστρεψαι εν ειρηνη

55 και εν ταις ημεραις εν αις ην ιουδας και ιωναθαν εν γη γαλααδ και σιμων ο αδελφος αυτου εν τη γαλιλαια κατα προσωπον πτολεμαιδος

56 ηκουσεν ιωσηφ ο του ζαχαριου και αζαριας αρχοντες της δυναμεως των ανδραγαθιων και του πολεμου οια εποιησαν

57 και ειπον ποιησωμεν και αυτοι εαυτοις ονομα και πορευθωμεν πολεμησαι προς τα εθνη τα κυκλω ημων

58 και παρηγγειλεν τοις απο της δυναμεως της μετ' αυτων και επορευθησαν επι ιαμνειαν

59 και εξηλθεν γοργιας εκ της πολεως και οι ανδρες αυτου εις συναντησιν αυτοις εις πολεμον

60 και ετροπωθη ιωσηπος και αζαριας και εδιωχθησαν εως των οριων της ιουδαιας και επεσον εν τη ημερα εκεινη εκ του λαου ισραηλ εις δισχιλιους ανδρας

61 και εγενηθη τροπη μεγαλη εν τω λαω οτι ουκ ηκουσαν ιουδου και των αδελφων αυτου οιομενοι ανδραγαθησαι

62 αυτοι δε ουκ ησαν εκ του σπερματος των ανδρων εκεινων οις εδοθη σωτηρια ισραηλ δια χειρος αυτων

63 και ο ανηρ ιουδας και οι αδελφοι αυτου εδοξασθησαν σφοδρα εναντι παντος ισραηλ και των εθνων παντων ου ηκουετο το ονομα αυτων

64 και επισυνηγοντο προς αυτους ευφημουντες

65 και εξηλθεν ιουδας και οι αδελφοι αυτου και επολεμουν τους υιους ησαυ εν τη γη τη προς νοτον και επαταξεν την χεβρων και τας θυγατερας αυτης και καθειλεν τα οχυρωματα αυτης και τους πυργους αυτης ενεπυρισεν κυκλοθεν

66 και απηρεν του πορευθηναι εις γην αλλοφυλων και διεπορευετο την μαρισαν

67 εν τη ημερα εκεινη επεσον ιερεις εν πολεμω βουλομενοι ανδραγαθησαι εν τω αυτους εξελθειν εις πολεμον αβουλευτως

68 και εξεκλινεν ιουδας εις αζωτον γην αλλοφυλων και καθειλεν τους βωμους αυτων και τα γλυπτα των θεων αυτων κατεκαυσεν πυρι και εσκυλευσεν τα σκυλα των πολεων και επεστρεψεν εις γην ιουδα

← 1 Maccabees 4   1 Maccabees 6 →

Přeložit:
Sdílet: