1 Maccabees 4

Greek OT: LXX [A] Unaccented

← 1 Maccabees 3   1 Maccabees 5 →

1 και παρελαβεν γοργιας πεντακισχιλιους ανδρας και χιλιαν ιππον εκλεκτην και απηρεν η παρεμβολη νυκτος

2 ωστε επιβαλειν επι την παρεμβολην των ιουδαιων και παταξαι αυτους αφνω και υιοι της ακρας ησαν αυτω οδηγοι

3 και ηκουσεν ιουδας και απηρεν αυτος και οι δυνατοι παταξαι την δυναμιν του βασιλεως την εν αμμαους

4 εως ετι εσκορπισμεναι ησαν αι δυναμεις απο της παρεμβολης

5 και ηλθεν γοργιας εις την παρεμβολην ιουδου νυκτος και ουδενα ευρεν και εζητει αυτους εν τοις ορεσιν οτι ειπεν φευγουσιν ουτοι αφ' ημων

6 και αμα ημερα ωφθη ιουδας εν τω πεδιω εν τρισχιλιοις ανδρασιν πλην καλυμματα και μαχαιρας ουκ ειχον ως ηβουλοντο

7 και ειδον παρεμβολην εθνων ισχυραν και τεθωρακισμενην και ιππον κυκλουσαν αυτην και ουτοι διδακτοι πολεμου

8 και ειπεν ιουδας τοις ανδρασιν τοις μετ' αυτου μη φοβεισθε το πληθος αυτων και το ορμημα αυτων μη δειλωθητε

9 μνησθητε ως εσωθησαν οι πατερες ημων εν θαλασση ερυθρα οτε εδιωκεν αυτους φαραω εν δυναμει

10 και νυν βοησωμεν εις ουρανον ει θελησει ημας και μνησθησεται διαθηκης πατερων και συντριψει την παρεμβολην ταυτην κατα προσωπον ημων σημερον

11 και γνωσονται παντα τα εθνη οτι εστιν ο λυτρουμενος και σωζων τον ισραηλ

12 και ηραν οι αλλοφυλοι τους οφθαλμους αυτων και ειδον αυτους ερχομενους εξ εναντιας

13 και εξηλθον εκ της παρεμβολης εις πολεμον και εσαλπισαν οι παρα ιουδου

14 και συνηψαν και συνετριβησαν τα εθνη και εφυγον εις το πεδιον

15 οι δε εσχατοι παντες επεσον εν ρομφαια και εδιωξαν αυτους εως γαζηρων και εως των πεδιων της ιδουμαιας και αζωτου και ιαμνειας και επεσαν εξ αυτων εις ανδρας τρισχιλιους

16 και απεστρεψεν ιουδας και η δυναμις απο του διωκειν οπισθεν αυτων

17 και ειπεν προς τον λαον μη επιθυμησητε των σκυλων οτι πολεμος εξ εναντιας ημων

18 και γοργιας και η δυναμις εν τω ορει εγγυς ημων αλλα στητε νυν εναντιον των εχθρων ημων και πολεμησατε αυτους και μετα ταυτα λαβετε τα σκυλα μετα παρρησιας

19 ετι πληρουντος ιουδου ταυτα μερος τι ωφθη εκκυπτον εκ του ορους

20 και ειδεν οτι τετροπωνται και εμπυριζουσιν την παρεμβολην ο γαρ καπνος ο θεωρουμενος ενεφανιζεν το γεγονος

21 οι δε ταυτα συνιδοντες εδειλωθησαν σφοδρα συνιδοντες δε και την ιουδου παρεμβολην εν τω πεδιω ετοιμην εις παραταξιν

22 εφυγον παντες εις γην αλλοφυλων

23 και ιουδας ανεστρεψεν επι την σκυλειαν της παρεμβολης και ελαβον χρυσιον πολυ και αργυριον και υακινθον και πορφυραν θαλασσιαν και πλουτον μεγαν

24 και επιστραφεντες υμνουν και ευλογουν εις ουρανον οτι καλον οτι εις τον αιωνα το ελεος αυτου

25 και εγενηθη σωτηρια μεγαλη τω ισραηλ εν τη ημερα εκεινη

26 οσοι δε των αλλοφυλων διεσωθησαν παραγενηθεντες απηγγειλαν τω λυσια παντα τα συμβεβηκοτα

27 ο δε ακουσας συνεχυθη και ηθυμει οτι ουχ οια ηθελεν τοιαυτα εγεγονει τω ισραηλ και ουχ οια αυτω ενετειλατο ο βασιλευς εξεβη

28 και εν τω ερχομενω ενιαυτω συνελοχησεν ανδρων επιλεκτων εξηκοντα χιλιαδας και πεντακισχιλιαν ιππον ωστε εκπολεμησαι αυτους

29 και ηλθον εις την ιδουμαιαν και παρενεβαλον εν βαιθσουροις και συνηντησεν αυτοις ιουδας εν δεκα χιλιασιν ανδρων

30 και ειδεν την παρεμβολην ισχυραν και προσηυξατο και ειπεν ευλογητος ει ο σωτηρ ισραηλ ο συντριψας το ορμημα του δυνατου εν χειρι του δουλου σου δαυιδ και παρεδωκας την παρεμβολην των αλλοφυλων εις χειρας ιωναθου υιου σαουλ και του αιροντος τα σκευη αυτου

31 ουτως συγκλεισον την παρεμβολην ταυτην εν χειρι λαου σου ισραηλ και αισχυνθητωσαν επι τη δυναμει και τη ιππω αυτων

32 δος αυτοις δειλιαν και τηξον θρασος ισχυος αυτων και σαλευθητωσαν τη συντριβη αυτων

33 καταβαλε αυτους ρομφαια αγαπωντων σε και αινεσατωσαν σε παντες οι ειδοτες το ονομα σου εν υμνοις

34 και συνεβαλλον αλληλοις και επεσον εκ της παρεμβολης λυσιου εις πεντακισχιλιους ανδρας και επεσον εξ εναντιας αυτων

35 ιδων δε λυσιας την γενομενην τροπην της αυτου συνταξεως της δε ιουδου το γεγενημενον θαρσος και ως ετοιμοι εισιν η ζην η τεθνηκεναι γενναιως απηρεν εις αντιοχειαν και εξενολογει πλεοναστον παλιν παραγινεσθαι εις την ιουδαιαν

36 ειπεν δε ιουδας και οι αδελφοι αυτου ιδου συνετριβησαν οι εχθροι ημων αναβωμεν καθαρισαι τα αγια και εγκαινισαι

37 και συνηχθη η παρεμβολη πασα και ανεβησαν εις ορος σιων

38 και ειδον το αγιασμα ηρημωμενον και το θυσιαστηριον βεβηλωμενον και τας θυρας κατακεκαυμενας και εν ταις αυλαις φυτα πεφυκοτα ως εν δρυμω η ως εν ενι των ορεων και τα παστοφορια καθηρημενα

39 και διερρηξαν τα ιματια αυτων και εκοψαντο κοπετον μεγαν και επεθεντο σποδον

40 και επεσαν επι προσωπον επι την γην και εσαλπισαν ταις σαλπιγξιν των σημασιων και εβοησαν εις ουρανον

41 τοτε επεταξεν ιουδας ανδρασιν πολεμειν τους εν τη ακρα εως καθαριση τα αγια

42 και επελεξατο ιερεις αμωμους θελητας νομου

43 και εκαθαρισαν τα αγια και ηραν τους λιθους του μιασμου εις τοπον ακαθαρτον

44 και εβουλευσαντο περι του θυσιαστηριου της ολοκαυτωσεως του βεβηλωμενου τι αυτω ποιησωσιν

45 και επεσεν αυτοις βουλη αγαθη καθελειν αυτο μηποτε γενηται αυτοις εις ονειδος οτι εμιαναν τα εθνη αυτο και καθειλον το θυσιαστηριον

46 και απεθεντο τους λιθους εν τω ορει του οικου εν τοπω επιτηδειω μεχρι του παραγενηθηναι προφητην του αποκριθηναι περι αυτων

47 και ελαβον λιθους ολοκληρους κατα τον νομον και ωκοδομησαν θυσιαστηριον καινον κατα το προτερον

48 και ωκοδομησαν τα αγια και τα εντος του οικου και τας αυλας ηγιασαν

49 και εποιησαν σκευη αγια καινα και εισηνεγκαν την λυχνιαν και το θυσιαστηριον των θυμιαματων και την τραπεζαν εις τον ναον

50 και εθυμιασαν επι το θυσιαστηριον και εξηψαν τους λυχνους τους επι της λυχνιας και εφαινον εν τω ναω

51 και επεθηκαν επι την τραπεζαν αρτους και εξεπετασαν τα καταπετασματα και ετελεσαν παντα τα εργα α εποιησαν

52 και ωρθρισαν το πρωι τη πεμπτη και εικαδι του μηνος του ενατου ουτος ο μην χασελευ του ογδοου και τεσσαρακοστου και εκατοστου ετους

53 και ανηνεγκαν θυσιαν κατα τον νομον επι το θυσιαστηριον των ολοκαυτωματων το καινον ο εποιησαν

54 κατα τον καιρον και κατα την ημεραν εν η εβεβηλωσαν αυτο τα εθνη εν εκεινη ενεκαινισθη εν ωδαις και κιθαραις και κινυραις και κυμβαλοις

55 και επεσεν πας ο λαος επι προσωπον και προσεκυνησαν και ευλογησαν εις ουρανον τον ευοδωσαντα αυτοις

56 και εποιησαν τον εγκαινισμον του θυσιαστηριου ημερας οκτω και προσηνεγκαν ολοκαυτωματα μετ' ευφροσυνης και εθυσαν θυσιαν σωτηριου και αινεσεως

57 και κατεκοσμησαν το κατα προσωπον του ναου στεφανοις χρυσοις και ασπιδισκαις και ενεκαινισαν τας πυλας και τα παστοφορια και εθυρωσαν αυτα

58 και εγενηθη ευφροσυνη μεγαλη εν τω λαω σφοδρα και απεστραφη ονειδισμος εθνων

59 και εστησεν ιουδας και οι αδελφοι αυτου και πασα η εκκλησια ισραηλ ινα αγωνται αι ημεραι του εγκαινισμου του θυσιαστηριου εν τοις καιροις αυτων ενιαυτον κατ' ενιαυτον ημερας οκτω απο της πεμπτης και εικαδος του μηνος χασελευ μετ' ευφροσυνης και χαρας

60 και ωκοδομησαν εν τω καιρω εκεινω το ορος σιων κυκλοθεν τειχη υψηλα και πυργους οχυρους μηποτε παραγενηθεντα τα εθνη καταπατησωσιν αυτα ως εποιησαν το προτερον

61 και απεταξεν εκει δυναμιν τηρειν αυτο και ωχυρωσεν αυτο τηρειν την βαιθσουραν του εχειν τον λαον οχυρωμα κατα προσωπον της ιδουμαιας

← 1 Maccabees 3   1 Maccabees 5 →

Přeložit:
Sdílet: