1 Maccabees 3

Greek OT: LXX [A] Unaccented

← 1 Maccabees 2   1 Maccabees 4 →

1 και ανεστη ιουδας ο καλουμενος μακκαβαιος υιος αυτου αντ' αυτου

2 και εβοηθουν αυτω παντες οι αδελφοι αυτου και παντες οσοι εκολληθησαν τω πατρι αυτου και επολεμουν τον πολεμον ισραηλ μετ' ευφροσυνης

3 και επλατυνεν δοξαν τω λαω αυτου και ενεδυσατο θωρακα ως γιγας και συνεζωσατο τα σκευη τα πολεμικα αυτου και πολεμους συνεστησατο σκεπαζων παρεμβολην εν ρομφαια

4 και ωμοιωθη λεοντι εν τοις εργοις αυτου και ως σκυμνος ερευγομενος εις θηραν

5 και εδιωξεν ανομους εξερευνων και τους ταρασσοντας τον λαον αυτου εφλογισεν

6 και συνεσταλησαν ανομοι απο του φοβου αυτου και παντες οι εργαται της ανομιας συνεταραχθησαν και ευοδωθη σωτηρια εν χειρι αυτου

7 και επικρανεν βασιλεις πολλους και ευφρανεν τον ιακωβ εν τοις εργοις αυτου και εως του αιωνος το μνημοσυνον αυτου εις ευλογιαν

8 και διηλθεν εν πολεσιν ιουδα και εξωλεθρευσεν ασεβεις εξ αυτης και απεστρεψεν οργην απο ισραηλ

9 και ωνομασθη εως εσχατου γης και συνηγαγεν απολλυμενους

10 και συνηγαγεν απολλωνιος εθνη και απο σαμαρειας δυναμιν μεγαλην του πολεμησαι προς τον ισραηλ

11 και εγνω ιουδας και εξηλθεν εις συναντησιν αυτω και επαταξεν αυτον και απεκτεινεν και επεσον τραυματιαι πολλοι και οι επιλοιποι εφυγον

12 και ελαβον τα σκυλα αυτων και την μαχαιραν απολλωνιου ελαβεν ιουδας και ην πολεμων εν αυτη πασας τας ημερας

13 και ηκουσεν σηρων ο αρχων της δυναμεως συριας οτι ηθροισεν ιουδας αθροισμα και εκκλησιαν πιστων μετ' αυτου και εκπορευομενων εις πολεμον

14 και ειπεν ποιησω εμαυτω ονομα και δοξασθησομαι εν τη βασιλεια και πολεμησω τον ιουδαν και τους συν αυτω τους εξουδενουντας τον λογον του βασιλεως

15 και προσεθετο και ανεβη μετ' αυτου παρεμβολη ασεβων ισχυρα βοηθησαι αυτω ποιησαι την εκδικησιν εν υιοις ισραηλ

16 και ηγγισεν εως αναβασεως βαιθωρων και εξηλθεν ιουδας εις συναντησιν αυτω ολιγοστος

17 ως δε ειδον την παρεμβολην ερχομενην εις συναντησιν αυτων ειπον τω ιουδα τι δυνησομεθα ολιγοστοι οντες πολεμησαι προς πληθος τοσουτο ισχυρον και ημεις εκλελυμεθα ασιτουντες σημερον

18 και ειπεν ιουδας ευκοπον εστιν συγκλεισθηναι πολλους εν χερσιν ολιγων και ουκ εστιν διαφορα εναντιον του ουρανου σωζειν εν πολλοις η εν ολιγοις

19 οτι ουκ εν πληθει δυναμεως νικη πολεμου εστιν αλλ' εκ του ουρανου η ισχυς

20 αυτοι ερχονται εφ' ημας εν πληθει υβρεως και ανομιας του εξαραι ημας και τας γυναικας ημων και τα τεκνα ημων του σκυλευσαι ημας

21 ημεις δε πολεμουμεν περι των ψυχων ημων και των νομιμων ημων

22 και αυτος συντριψει αυτους προ προσωπου ημων υμεις δε μη φοβεισθε απ' αυτων

23 ως δε επαυσατο λαλων ενηλατο εις αυτους αφνω και συνετριβη σηρων και η παρεμβολη αυτου ενωπιον αυτου

24 και εδιωκον αυτον εν τη καταβασει βαιθωρων εως του πεδιου και επεσον απ' αυτων εις ανδρας οκτακοσιους οι δε λοιποι εφυγον εις γην φυλιστιιμ

25 και ηρξατο ο φοβος ιουδου και των αδελφων αυτου και η πτοη επεπιπτεν επι τα εθνη τα κυκλω αυτων

26 και ηγγισεν εως του βασιλεως το ονομα αυτου και υπερ των παραταξεων ιουδου εξηγειτο τα εθνη

27 ως δε ηκουσεν ο βασιλευς αντιοχος τους λογους τουτους ωργισθη θυμω και απεστειλεν και συνηγαγεν τας δυναμεις πασας της βασιλειας αυτου παρεμβολην ισχυραν σφοδρα

28 και ηνοιξεν το γαζοφυλακιον αυτου και εδωκεν οψωνια ταις δυναμεσιν εις ενιαυτον και ενετειλατο αυτοις ειναι ετοιμους εις πασαν χρειαν

29 και ειδεν οτι εξελιπεν το αργυριον εκ των θησαυρων και οι φοροι της χωρας ολιγοι χαριν της διχοστασιας και πληγης ης κατεσκευασεν εν τη γη του αραι τα νομιμα α ησαν αφ' ημερων των πρωτων

30 και ευλαβηθη μη ουκ εχη ως απαξ και δις εις τας δαπανας και τα δοματα α εδιδου εμπροσθεν δαψιλη χειρι και επερισσευσεν υπερ τους βασιλεις τους εμπροσθεν

31 και ηπορειτο τη ψυχη αυτου σφοδρα και εβουλευσατο του πορευθηναι εις την περσιδα και λαβειν τους φορους των χωρων και συναγαγειν αργυριον πολυ

32 και κατελιπεν λυσιαν ανθρωπον ενδοξον και απο γενους της βασιλειας επι των πραγματων του βασιλεως απο του ποταμου ευφρατου και εως οριων αιγυπτου

33 και τρεφειν αντιοχον τον υιον αυτου εως του επιστρεψαι αυτον

34 και παρεδωκεν αυτω τας ημισεις των δυναμεων και τους ελεφαντας και ενετειλατο αυτω περι παντων ων ηβουλετο και περι των κατοικουντων την ιουδαιαν και ιερουσαλημ

35 αποστειλαι επ' αυτους δυναμιν του εκτριψαι και εξαραι την ισχυν ισραηλ και το καταλειμμα ιερουσαλημ και αραι το μνημοσυνον αυτων απο του τοπου

36 και κατοικισαι υιους αλλογενεις εν πασιν τοις οριοις αυτων και κατακληροδοτησαι την γην αυτων

37 και ο βασιλευς παρελαβεν τας ημισεις των δυναμεων τας καταλειφθεισας και απηρεν απο αντιοχειας απο πολεως βασιλειας αυτου ετους εβδομου και τεσσαρακοστου και εκατοστου και διεπερασεν τον ευφρατην ποταμον και διεπορευετο τας επανω χωρας

38 και επελεξεν λυσιας πτολεμαιον τον δορυμενους και νικανορα και γοργιαν ανδρας δυνατους των φιλων του βασιλεως

39 και απεστειλεν μετ' αυτων τεσσαρακοντα χιλιαδας ανδρων και επτακισχιλιαν ιππον του ελθειν εις γην ιουδα και καταφθειραι αυτην κατα τον λογον του βασιλεως

40 και απηρεν συν παση τη δυναμει αυτων και ηλθον και παρενεβαλον πλησιον αμμαους εν τη γη τη πεδινη

41 και ηκουσαν οι εμποροι της χωρας το ονομα αυτων και ελαβον αργυριον και χρυσιον πολυ σφοδρα και πεδας και ηλθον εις την παρεμβολην του λαβειν τους υιους ισραηλ εις παιδας και προσετεθησαν προς αυτους δυναμις συριας και γης αλλοφυλων

42 και ειδεν ιουδας και οι αδελφοι αυτου οτι επληθυνθη τα κακα και αι δυναμεις παρεμβαλλουσιν εν τοις οριοις αυτων και επεγνωσαν τους λογους του βασιλεως ους ενετειλατο ποιησαι τω λαω εις απωλειαν και συντελειαν

43 και ειπαν εκαστος προς τον πλησιον αυτου αναστησωμεν την καθαιρεσιν του λαου ημων και πολεμησωμεν περι του λαου ημων και των αγιων

44 και ηθροισθη η συναγωγη του ειναι ετοιμους εις πολεμον και του προσευξασθαι και αιτησαι ελεος και οικτιρμους

45 και ιερουσαλημ ην αοικητος ως ερημος ουκ ην ο εισπορευομενος και εκπορευομενος εκ των γενηματων αυτης και το αγιασμα καταπατουμενον και υιοι αλλογενων εν τη ακρα καταλυμα τοις εθνεσιν και εξηρθη τερψις εξ ιακωβ και εξελιπεν αυλος και κινυρα

46 και συνηχθησαν και ηλθοσαν εις μασσηφα κατεναντι ιερουσαλημ οτι τοπος προσευχης ην εν μασσηφα το προτερον τω ισραηλ

47 και ενηστευσαν τη ημερα εκεινη και περιεβαλοντο σακκους και σποδον επι την κεφαλην αυτων και διερρηξαν τα ιματια αυτων

48 και εξεπετασαν το βιβλιον του νομου περι ων εξηρευνων τα εθνη τα ομοιωματα των ειδωλων αυτων

49 και ηνεγκαν τα ιματια της ιερωσυνης και τα πρωτογενηματα και τας δεκατας και ηγειραν τους ναζιραιους οι επληρωσαν τας ημερας

50 και εβοησαν φωνη εις τον ουρανον λεγοντες τι ποιησωμεν τουτοις και που αυτους απαγαγωμεν

51 και τα αγια σου καταπεπατηνται και βεβηλωνται και οι ιερεις σου εν πενθει και ταπεινωσει

52 και ιδου τα εθνη συνηκται εφ' ημας του εξαραι ημας συ οιδας α λογιζονται εφ' ημας

53 πως δυνησομεθα υποστηναι κατα προσωπον αυτων εαν μη συ βοηθησης ημιν

54 και εσαλπισαν ταις σαλπιγξιν και εβοησαν φωνη μεγαλη

55 και μετα τουτο κατεστησεν ιουδας ηγουμενους του λαου χιλιαρχους και εκατονταρχους και πεντηκονταρχους και δεκαδαρχους

56 και ειπεν τοις οικοδομουσιν οικιας και μνηστευομενοις γυναικας και φυτευουσιν αμπελωνας και δειλοις αποστρεφειν εκαστον εις τον οικον αυτου κατα τον νομον

57 και απηρεν η παρεμβολη και παρενεβαλον κατα νοτον αμμαους

58 και ειπεν ιουδας περιζωσασθε και γινεσθε εις υιους δυνατους και γινεσθε ετοιμοι εις πρωι του πολεμησαι εν τοις εθνεσιν τουτοις τοις επισυνηγμενοις εφ' ημας εξαραι ημας και τα αγια ημων

59 οτι κρεισσον ημας αποθανειν εν τω πολεμω η επιδειν επι τα κακα του εθνους ημων και των αγιων

60 ως δ' αν η θελημα εν ουρανω ουτως ποιησει

← 1 Maccabees 2   1 Maccabees 4 →

Přeložit:
Sdílet: