1 Maccabees 14

Greek OT: LXX [A] Unaccented

← 1 Maccabees 13   1 Maccabees 15 →

1 και εν ετει δευτερω και εβδομηκοστω και εκατοστω συνηγαγεν δημητριος ο βασιλευς τας δυναμεις αυτου και επορευθη εις μηδιαν του επισπασασθαι βοηθειαν εαυτω οπως πολεμηση τον τρυφωνα

2 και ηκουσεν αρσακης ο βασιλευς της περσιδος και μηδιας οτι εισηλθεν δημητριος εις τα ορια αυτου και απεστειλεν ενα των αρχοντων αυτου συλλαβειν αυτον ζωντα

3 και επορευθη και επαταξεν την παρεμβολην δημητριου και συνελαβεν αυτον και ηγαγεν αυτον προς αρσακην και εθετο αυτον εν φυλακη

4 και ησυχασεν η γη ιουδα πασας τας ημερας σιμωνος και εζητησεν αγαθα τω εθνει αυτου και ηρεσεν αυτοις η εξουσια αυτου και η δοξα αυτου πασας τας ημερας

5 και μετα πασης της δοξης αυτου ελαβεν την ιοππην εις λιμενα και εποιησεν εισοδον ταις νησοις της θαλασσης

6 και επλατυνεν τα ορια τω εθνει αυτου και εκρατησεν της χωρας

7 και συνηγαγεν αιχμαλωσιαν πολλην και εκυριευσεν γαζαρων και βαιθσουρων και της ακρας και εξηρεν τας ακαθαρσιας εξ αυτης και ουκ ην ο αντικειμενος αυτω

8 και ησαν γεωργουντες την γην αυτων μετ' ειρηνης και η γη εδιδου τα γενηματα αυτης και τα ξυλα των πεδιων τον καρπον αυτων

9 πρεσβυτεροι εν ταις πλατειαις εκαθηντο παντες περι αγαθων εκοινολογουντο και οι νεανισκοι ενεδυσαντο δοξας και στολας πολεμου

10 ταις πολεσιν εχορηγησεν βρωματα και εταξεν αυτας εν σκευεσιν οχυρωσεως εως οτου ωνομασθη το ονομα της δοξης αυτου εως ακρου γης

11 εποιησεν ειρηνην επι της γης και ευφρανθη ισραηλ ευφροσυνην μεγαλην

12 και εκαθισεν εκαστος υπο την αμπελον αυτου και την συκην αυτου και ουκ ην ο εκφοβων αυτους

13 και εξελιπεν πολεμων αυτους επι της γης και οι βασιλεις συνετριβησαν εν ταις ημεραις εκειναις

14 και εστηρισεν παντας τους ταπεινους του λαου αυτου τον νομον εξεζητησεν και εξηρεν παντα ανομον και πονηρον

15 τα αγια εδοξασεν και επληθυνεν τα σκευη των αγιων

16 και ηκουσθη εν ρωμη οτι απεθανεν ιωναθαν και εως σπαρτης και ελυπηθησαν σφοδρα

17 ως δε ηκουσαν οτι σιμων ο αδελφος αυτου γεγονεν αρχιερευς αντ' αυτου και αυτος επικρατει της χωρας και των πολεων των εν αυτη

18 εγραψαν προς αυτον δελτοις χαλκαις του ανανεωσασθαι προς αυτον φιλιαν και συμμαχιαν ην εστησαν προς ιουδαν και ιωναθαν τους αδελφους αυτου

19 και ανεγνωσθησαν ενωπιον της εκκλησιας εν ιερουσαλημ

20 και τουτο το αντιγραφον των επιστολων ων απεστειλαν οι σπαρτιαται σπαρτιατων αρχοντες και η πολις σιμωνι ιερει μεγαλω και τοις πρεσβυτεροις και τοις ιερευσιν και τω λοιπω δημω των ιουδαιων αδελφοις χαιρειν

21 οι πρεσβευται οι αποσταλεντες προς τον δημον ημων απηγγειλαν ημιν περι της δοξης υμων και τιμης και ηυφρανθημεν επι τη εφοδω αυτων

22 και ανεγραψαμεν τα υπ' αυτων ειρημενα εν ταις βουλαις του δημου ουτως νουμηνιος αντιοχου και αντιπατρος ιασονος πρεσβευται ιουδαιων ηλθον προς ημας ανανεουμενοι την προς ημας φιλιαν

23 και ηρεσεν τω δημω επιδεξασθαι τους ανδρας ενδοξως και του θεσθαι το αντιγραφον των λογων αυτων εν τοις αποδεδειγμενοις τω δημω βιβλιοις του μνημοσυνον εχειν τον δημον των σπαρτιατων το δε αντιγραφον τουτων εγραψαν σιμωνι τω αρχιερει

24 μετα ταυτα απεστειλεν σιμων τον νουμηνιον εις ρωμην εχοντα ασπιδα χρυσην μεγαλην ολκην μνων χιλιων εις το στησαι προς αυτους την συμμαχιαν

25 ως δε ηκουσεν ο δημος των λογων τουτων ειπαν τινα χαριν αποδωσομεν σιμωνι και τοις υιοις αυτου

26 εστηρισεν γαρ αυτος και οι αδελφοι αυτου και ο οικος του πατρος αυτου και επολεμησεν τους εχθρους ισραηλ απ' αυτων και εστησαν αυτω ελευθεριαν και κατεγραψαν εν δελτοις χαλκαις και εθεντο εν στηλαις εν ορει σιων

27 και τουτο το αντιγραφον της γραφης οκτωκαιδεκατη ελουλ ετους δευτερου και εβδομηκοστου και εκατοστου και τουτο τριτον ετος επι σιμωνος αρχιερεως μεγαλου εν ασαραμελ

28 επι συναγωγης μεγαλης ιερεων και λαου και αρχοντων εθνους και των πρεσβυτερων της χωρας εγνωρισεν ημιν

29 επει πολλακις εγενηθησαν πολεμοι εν τη χωρα σιμων δε υιος ματταθιου ιερευς των υιων ιωαριβ και οι αδελφοι αυτου εδωκαν αυτους τω κινδυνω και αντεστησαν τοις υπεναντιοις του εθνους αυτων οπως σταθη τα αγια αυτων και ο νομος και δοξη μεγαλη εδοξασαν το εθνος αυτων

30 και ηθροισεν ιωναθαν το εθνος αυτων και εγενηθη αυτοις αρχιερευς και προσετεθη προς τον λαον αυτου

31 και εβουληθησαν οι εχθροι αυτων εμβατευσαι εις την χωραν αυτων και εκτειναι χειρας επι τα αγια αυτων

32 τοτε αντεστη σιμων και επολεμησε περι του εθνους αυτου και εδαπανησεν χρηματα πολλα των εαυτου και οπλοδοτησεν τους ανδρας της δυναμεως του εθνους αυτου και εδωκεν αυτοις οψωνια

33 και ωχυρωσεν τας πολεις της ιουδαιας και την βαιθσουραν την επι των οριων της ιουδαιας ου ην τα οπλα των πολεμιων το προτερον και εθετο εκει φρουραν ανδρας ιουδαιους

34 και ιοππην ωχυρωσεν την επι της θαλασσης και την γαζαραν την επι των οριων αζωτου εν η ωκουν οι πολεμιοι το προτερον και κατωκισεν εκει ιουδαιους και οσα επιτηδεια ην προς τη τουτων επανορθωσει εθετο εν αυτοις

35 και ειδεν ο λαος την πιστιν του σιμωνος και την δοξαν ην εβουλευσατο ποιησαι τω εθνει αυτου και εθεντο αυτον ηγουμενον αυτων και αρχιερεα δια το αυτον πεποιηκεναι παντα ταυτα και την δικαιοσυνην και την πιστιν ην συνετηρησεν τω εθνει αυτου και εξεζητησεν παντι τροπω υψωσαι τον λαον αυτου

36 και εν ταις ημεραις αυτου ευοδωθη εν ταις χερσιν αυτου του εξαρθηναι τα εθνη εκ της χωρας αυτων και τους εν τη πολει δαυιδ τους εν ιερουσαλημ οι εποιησαν αυτοις ακραν εξ ης εξεπορευοντο και εμιαινον κυκλω των αγιων και εποιουν πληγην μεγαλην εν τη αγνεια

37 και κατωκισεν εν αυτη ανδρας ιουδαιους και ωχυρωσεν αυτην προς ασφαλειαν της χωρας και της πολεως και υψωσεν τα τειχη της ιερουσαλημ

38 και ο βασιλευς δημητριος εστησεν αυτω την αρχιερωσυνην κατα ταυτα

39 και εποιησεν αυτον των φιλων αυτου και εδοξασεν αυτον δοξη μεγαλη

40 ηκουσεν γαρ οτι προσηγορευνται οι ιουδαιοι υπο ρωμαιων φιλοι και συμμαχοι και αδελφοι και οτι απηντησαν τοις πρεσβευταις σιμωνος ενδοξως

41 και οτι οι ιουδαιοι και οι ιερεις ευδοκησαν του ειναι αυτων σιμωνα ηγουμενον και αρχιερεα εις τον αιωνα εως του αναστηναι προφητην πιστον

42 και του ειναι επ' αυτων στρατηγον και οπως μελη αυτω περι των αγιων καθισταναι δι' αυτου επι των εργων αυτων και επι της χωρας και επι των οπλων και επι των οχυρωματων

43 και οπως μελη αυτω περι των αγιων και οπως ακουηται υπο παντων και οπως γραφωνται επι τω ονοματι αυτου πασαι συγγραφαι εν τη χωρα και οπως περιβαλληται πορφυραν και χρυσοφορη

44 και ουκ εξεσται ουθενι του λαου και των ιερεων αθετησαι τι τουτων και αντειπειν τοις υπ' αυτου ρηθησομενοις και επισυστρεψαι συστροφην εν τη χωρα ανευ αυτου και περιβαλλεσθαι πορφυραν και εμπορπουσθαι πορπην χρυσην

45 ος δ' αν παρα ταυτα ποιηση η αθετηση τι τουτων ενοχος εσται

46 και ευδοκησεν πας ο λαος θεσθαι σιμωνι ποιησαι κατα τους λογους τουτους

47 και επεδεξατο σιμων και ευδοκησεν αρχιερατευειν και ειναι στρατηγος και εθναρχης των ιουδαιων και ιερεων και του προστατησαι παντων

48 και την γραφην ταυτην ειπον θεσθαι εν δελτοις χαλκαις και στησαι αυτας εν περιβολω των αγιων εν τοπω επισημω

49 τα δε αντιγραφα αυτων θεσθαι εν τω γαζοφυλακιω οπως εχη σιμων και οι υιοι αυτου

← 1 Maccabees 13   1 Maccabees 15 →

Přeložit:
Sdílet: