1 Maccabees 13

Greek OT: LXX [A] Unaccented

← 1 Maccabees 12   1 Maccabees 14 →

1 και ηκουσεν σιμων οτι συνηγαγεν τρυφων δυναμιν πολλην του ελθειν εις γην ιουδα και εκτριψαι αυτην

2 και ειδεν τον λαον οτι εντρομος εστιν και εκφοβος και ανεβη εις ιερουσαλημ και ηθροισεν τον λαον

3 και παρεκαλεσεν αυτους και ειπεν αυτοις αυτοι οιδατε οσα εγω και οι αδελφοι μου και ο οικος του πατρος μου εποιησαμεν περι των νομων και των αγιων και τους πολεμους και τας στενοχωριας ας ειδομεν

4 τουτου χαριν απωλοντο οι αδελφοι μου παντες χαριν του ισραηλ και κατελειφθην εγω μονος

5 και νυν μη μοι γενοιτο φεισασθαι μου της ψυχης εν παντι καιρω θλιψεως ου γαρ ειμι κρεισσων των αδελφων μου

6 πλην εκδικησω περι του εθνους μου και περι των αγιων και περι των γυναικων και τεκνων υμων οτι συνηχθησαν παντα τα εθνη εκτριψαι ημας εχθρας χαριν

7 και ανεζωπυρησεν το πνευμα του λαου αμα του ακουσαι των λογων τουτων

8 και απεκριθησαν φωνη μεγαλη λεγοντες συ ει ημων ηγουμενος αντι ιουδου και ιωναθου του αδελφου σου

9 πολεμησον τον πολεμον ημων και παντα οσα αν ειπης ημιν ποιησομεν

10 και συνηγαγεν παντας τους ανδρας τους πολεμιστας και εταχυνεν του τελεσαι τα τειχη ιερουσαλημ και ωχυρωσεν αυτην κυκλοθεν

11 και απεστειλεν ιωναθαν τον του αψαλωμου και μετ' αυτου δυναμιν ικανην εις ιοππην και εξεβαλεν τους οντας εν αυτη και εμεινεν εκει εν αυτη

12 και απηρεν τρυφων απο πτολεμαιδος μετα δυναμεως πολλης ελθειν εις γην ιουδα και ιωναθαν μετ' αυτου εν φυλακη

13 σιμων δε παρενεβαλεν εν αδιδοις κατα προσωπον του πεδιου

14 και επεγνω τρυφων οτι ανεστη σιμων αντι ιωναθου του αδελφου αυτου και οτι συναπτειν αυτω μελλει πολεμον και απεστειλεν προς αυτον πρεσβεις λεγων

15 περι αργυριου ου ωφειλεν ιωναθαν ο αδελφος σου εις το βασιλικον δι' ας ειχεν χρειας συνεχομεν αυτον

16 και νυν αποστειλον αργυριου ταλαντα εκατον και δυο των υιων αυτου ομηρα οπως μη αφεθεις αποστατηση αφ' ημων και αφησομεν αυτον

17 και εγνω σιμων οτι δολω λαλουσιν προς αυτον και πεμπει του λαβειν το αργυριον και τα παιδαρια μηποτε εχθραν αρη μεγαλην προς τον λαον

18 λεγοντες οτι ουκ απεστειλα αυτω το αργυριον και τα παιδαρια απωλετο

19 και απεστειλεν τα παιδαρια και τα εκατον ταλαντα και διεψευσατο και ουκ αφηκεν τον ιωναθαν

20 και μετα ταυτα ηλθεν τρυφων του εμβατευσαι εις την χωραν και εκτριψαι αυτην και εκυκλωσαν οδον την εις αδωρα και σιμων και η παρεμβολη αυτου αντιπαρηγεν αυτω εις παντα τοπον ου αν επορευετο

21 οι δε εκ της ακρας απεστελλον προς τρυφωνα πρεσβευτας κατασπευδοντας αυτον του ελθειν προς αυτους δια της ερημου και αποστειλαι αυτοις τροφας

22 και ητοιμασεν τρυφων πασαν την ιππον αυτου ελθειν και εν τη νυκτι εκεινη ην χιων πολλη σφοδρα και ουκ ηλθεν δια την χιονα και απηρεν και ηλθεν εις την γαλααδιτιν

23 ως δε ηγγισεν της βασκαμα απεκτεινεν τον ιωναθαν και εταφη εκει

24 και επεστρεψεν τρυφων και απηλθεν εις την γην αυτου

25 και απεστειλεν σιμων και ελαβεν τα οστα ιωναθου του αδελφου αυτου και εθαψεν αυτον εν μωδειν πολει των πατερων αυτου

26 και εκοψαντο αυτον πας ισραηλ κοπετον μεγαν και επενθησαν αυτον ημερας πολλας

27 και ωκοδομησεν σιμων επι τον ταφον του πατρος αυτου και των αδελφων αυτου και υψωσεν αυτον τη ορασει λιθω ξεστω εκ των οπισθεν και εμπροσθεν

28 και εστησεν επτα πυραμιδας μιαν κατεναντι της μιας τω πατρι και τη μητρι και τοις τεσσαρσιν αδελφοις

29 και ταυταις εποιησεν μηχανηματα περιθεις στυλους μεγαλους και εποιησεν επι τοις στυλοις πανοπλιας εις ονομα αιωνιον και παρα ταις πανοπλιαις πλοια εγγεγλυμμενα εις το θεωρεισθαι υπο παντων των πλεοντων την θαλασσαν

30 ουτος ο ταφος ον εποιησεν εν μωδειν εως της ημερας ταυτης

31 ο δε τρυφων επορευετο δολω μετα αντιοχου του βασιλεως του νεωτερου και απεκτεινεν αυτον

32 και εβασιλευσεν αντ' αυτου και περιεθετο το διαδημα της ασιας και εποιησεν πληγην μεγαλην επι της γης

33 και ωκοδομησεν σιμων τα οχυρωματα της ιουδαιας και περιετειχισεν πυργοις υψηλοις και τειχεσιν μεγαλοις και πυλαις και μοχλοις και εθετο βρωματα εν τοις οχυρωμασιν

34 και επελεξεν σιμων ανδρας και απεστειλεν προς δημητριον τον βασιλεα του ποιησαι αφεσιν τη χωρα οτι πασαι αι πραξεις τρυφωνος ησαν αρπαγαι

35 και απεστειλεν αυτω δημητριος ο βασιλευς κατα τους λογους τουτους και απεκριθη αυτω και εγραψεν αυτω επιστολην τοιαυτην

36 βασιλευς δημητριος σιμωνι αρχιερει και φιλω βασιλεων και πρεσβυτεροις και εθνει ιουδαιων χαιρειν

37 τον στεφανον τον χρυσουν και την βαινην ην απεστειλατε κεκομισμεθα και ετοιμοι εσμεν του ποιειν υμιν ειρηνην μεγαλην και γραφειν τοις επι των χρειων του αφιεναι υμιν τα αφεματα

38 και οσα εστησαμεν προς υμας εστηκεν και τα οχυρωματα α ωκοδομησατε υπαρχετω υμιν

39 αφιεμεν δε αγνοηματα και τα αμαρτηματα εως της σημερον ημερας και τον στεφανον ον ωφειλετε και ει τι αλλο ετελωνειτο εν ιερουσαλημ μηκετι τελωνεισθω

40 και ει τινες επιτηδειοι υμων γραφηναι εις τους περι ημας εγγραφεσθωσαν και γινεσθω ανα μεσον ημων ειρηνη

41 ετους εβδομηκοστου και εκατοστου ηρθη ο ζυγος των εθνων απο του ισραηλ

42 και ηρξατο ο λαος γραφειν εν ταις συγγραφαις και συναλλαγμασιν ετους πρωτου επι σιμωνος αρχιερεως μεγαλου και στρατηγου και ηγουμενου ιουδαιων

43 εν ταις ημεραις εκειναις παρενεβαλεν επι γαζαρα και εκυκλωσεν αυτην παρεμβολαις και εποιησεν ελεοπολιν και προσηγαγεν τη πολει και επαταξεν πυργον ενα και κατελαβετο

44 και εξηλλοντο οι εν τη ελεοπολει εις την πολιν και εγενετο κινημα μεγα εν τη πολει

45 και ανεβησαν οι εν τη πολει συν γυναιξιν και τοις τεκνοις επι το τειχος διερρηχοτες τα ιματια αυτων και εβοησαν φωνη μεγαλη αξιουντες σιμωνα δεξιας αυτοις δουναι

46 και ειπαν μη ημιν χρηση κατα τας πονηριας ημων αλλα κατα το ελεος σου

47 και συνελυθη αυτοις σιμων και ουκ επολεμησεν αυτους και εξεβαλεν αυτους εκ της πολεως και εκαθαρισεν τας οικιας εν αις ην τα ειδωλα και ουτως εισηλθεν εις αυτην υμνων και ευλογων

48 και εξεβαλεν εξ αυτης πασαν ακαθαρσιαν και κατωκισεν εν αυτη ανδρας οιτινες τον νομον ποιησωσιν και προσωχυρωσεν αυτην και ωκοδομησεν εαυτω εν αυτη οικησιν

49 οι δε εκ της ακρας εν ιερουσαλημ εκωλυοντο εκπορευεσθαι και εισπορευεσθαι εις την χωραν αγοραζειν και πωλειν και επεινασαν σφοδρα και απωλοντο εξ αυτων ικανοι τω λιμω

50 και εβοησαν προς σιμωνα δεξιας λαβειν και εδωκεν αυτοις και εξεβαλεν αυτους εκειθεν και εκαθαρισεν την ακραν απο των μιασματων

51 και εισηλθον εις αυτην τη τριτη και εικαδι του δευτερου μηνος ετους πρωτου και εβδομηκοστου και εκατοστου μετα αινεσεως και βαιων και εν κινυραις και εν κυμβαλοις και εν ναβλαις και εν υμνοις και εν ωδαις οτι συνετριβη εχθρος μεγας εξ ισραηλ

52 και εστησεν κατ' ενιαυτον του αγειν την ημεραν ταυτην μετα ευφροσυνης και προσωχυρωσεν το ορος του ιερου το παρα την ακραν και ωκει εκει αυτος και οι παρ' αυτου

53 και ειδεν σιμων τον ιωαννην υιον αυτου οτι ανηρ εστιν και εθετο αυτον ηγουμενον των δυναμεων πασων και ωκει εν γαζαροις

← 1 Maccabees 12   1 Maccabees 14 →

Přeložit:
Sdílet: