1 Maccabees 10

Greek OT: LXX [A] Unaccented

← 1 Maccabees 9   1 Maccabees 11 →

1 και εν ετει εξηκοστω και εκατοστω ανεβη αλεξανδρος ο του αντιοχου ο επιφανης και κατελαβετο πτολεμαιδα και επεδεξαντο αυτον και εβασιλευσεν εκει

2 και ηκουσεν δημητριος ο βασιλευς και συνηγαγεν δυναμεις πολλας σφοδρα και εξηλθεν εις συναντησιν αυτω εις πολεμον

3 και απεστειλεν δημητριος προς ιωναθαν επιστολας λογοις ειρηνικοις ωστε μεγαλυναι αυτον

4 ειπεν γαρ προφθασωμεν του ειρηνην θειναι μετ' αυτων πριν η θειναι αυτον μετα αλεξανδρου καθ' ημων

5 μνησθησεται γαρ παντων των κακων ων συνετελεσαμεν προς αυτον και εις τους αδελφους αυτου και εις το εθνος

6 και εδωκεν αυτω εξουσιαν συναγαγειν δυναμεις και κατασκευαζειν οπλα και ειναι αυτον συμμαχον αυτου και τα ομηρα τα εν τη ακρα ειπεν παραδουναι αυτω

7 και ηλθεν ιωναθαν εις ιερουσαλημ και ανεγνω τας επιστολας εις τα ωτα παντος του λαου και των εκ της ακρας

8 και εφοβηθησαν φοβον μεγαν οτε ηκουσαν οτι εδωκεν αυτω ο βασιλευς εξουσιαν συναγαγειν δυναμιν

9 και παρεδωκαν οι εκ της ακρας ιωναθαν τα ομηρα και απεδωκεν αυτους τοις γονευσιν αυτων

10 και ωκησεν ιωναθαν εν ιερουσαλημ και ηρξατο οικοδομειν και καινιζειν την πολιν

11 και ειπεν προς τους ποιουντας τα εργα οικοδομειν τα τειχη και το ορος σιων κυκλοθεν εκ λιθων τετραποδων εις οχυρωσιν και εποιησαν ουτως

12 και εφυγον οι αλλογενεις οι οντες εν τοις οχυρωμασιν οις ωκοδομησεν βακχιδης

13 και κατελιπεν εκαστος τον τοπον αυτου και απηλθεν εις την γην αυτου

14 πλην εν βαιθσουροις υπελειφθησαν τινες των καταλιποντων τον νομον και τα προσταγματα ην γαρ εις φυγαδευτηριον

15 και ηκουσεν αλεξανδρος ο βασιλευς τας επαγγελιας οσας απεστειλεν δημητριος τω ιωναθαν και διηγησαντο αυτω τους πολεμους και τας ανδραγαθιας ας εποιησεν αυτος και οι αδελφοι αυτου και τους κοπους ους εσχον

16 και ειπεν μη ευρησομεν ανδρα τοιουτον ενα και νυν ποιησομεν αυτον φιλον και συμμαχον ημων

17 και εγραψεν επιστολας και απεστειλεν αυτω κατα τους λογους τουτους λεγων

18 βασιλευς αλεξανδρος τω αδελφω ιωναθαν χαιρειν

19 ακηκοαμεν περι σου οτι ανηρ δυνατος ισχυι και επιτηδειος ει του ειναι ημων φιλος

20 και νυν καθεστακαμεν σε σημερον αρχιερεα του εθνους σου και φιλον βασιλεως καλεισθαι σε και απεστειλεν αυτω πορφυραν και στεφανον χρυσουν και φρονειν τα ημων και συντηρειν φιλιας προς ημας

21 και ενεδυσατο ιωναθαν την αγιαν στολην τω εβδομω μηνι ετους εξηκοστου και εκατοστου εν εορτη σκηνοπηγιας και συνηγαγεν δυναμεις και κατεσκευασεν οπλα πολλα

22 και ηκουσεν δημητριος τους λογους τουτους και ελυπηθη και ειπεν

23 τι τουτο εποιησαμεν οτι προεφθακεν ημας αλεξανδρος του φιλιαν καταλαβεσθαι τοις ιουδαιοις εις στηριγμα

24 γραψω αυτοις καγω λογους παρακλησεως και υψους και δοματων οπως ωσιν συν εμοι εις βοηθειαν

25 και απεστειλεν αυτοις κατα τους λογους τουτους βασιλευς δημητριος τω εθνει των ιουδαιων χαιρειν

26 επει συνετηρησατε τας προς ημας συνθηκας και ενεμεινατε τη φιλια ημων και ου προσεχωρησατε τοις εχθροις ημων ηκουσαμεν και εχαρημεν

27 και νυν εμμεινατε ετι του συντηρησαι προς ημας πιστιν και ανταποδωσομεν υμιν αγαθα ανθ' ων ποιειτε μεθ' ημων

28 και αφησομεν υμιν αφεματα πολλα και δωσομεν υμιν δοματα

29 και νυν απολυω υμας και αφιημι παντας τους ιουδαιους απο των φορων και της τιμης του αλος και απο των στεφανων

30 και αντι του τριτου της σπορας και αντι του ημισους του καρπου του ξυλινου του επιβαλλοντος μοι λαβειν αφιημι απο της σημερον και επεκεινα του λαβειν απο γης ιουδα και απο των τριων νομων των προστιθεμενων αυτη απο της σαμαριτιδος και γαλιλαιας απο της σημερον ημερας και εις τον απαντα χρονον

31 και ιερουσαλημ εστω αγια και αφειμενη και τα ορια αυτης αι δεκαται και τα τελη

32 αφιημι και την εξουσιαν της ακρας της εν ιερουσαλημ και διδωμι τω αρχιερει οπως αν καταστηση εν αυτη ανδρας ους αν αυτος εκλεξηται του φυλασσειν αυτην

33 και πασαν ψυχην ιουδαιων την αιχμαλωτισθεισαν απο γης ιουδα εις πασαν βασιλειαν μου αφιημι ελευθεραν δωρεαν και παντες αφιετωσαν τους φορους και των κτηνων αυτων

34 και πασαι αι εορται και τα σαββατα και νουμηνιαι και ημεραι αποδεδειγμεναι και τρεις ημεραι προ εορτης και τρεις μετα εορτην εστωσαν πασαι ημεραι ατελειας και αφεσεως πασιν τοις ιουδαιοις τοις ουσιν εν τη βασιλεια μου

35 και ουχ εξει εξουσιαν ουδεις πρασσειν και παρενοχλειν τινα αυτων περι παντος πραγματος

36 και προγραφητωσαν των ιουδαιων εις τας δυναμεις του βασιλεως εις τριακοντα χιλιαδας ανδρων και δοθησεται αυτοις ξενια ως καθηκει πασαις ταις δυναμεσιν του βασιλεως

37 και κατασταθησεται εξ αυτων εν τοις οχυρωμασιν του βασιλεως τοις μεγαλοις και εκ τουτων κατασταθησονται επι χρειων της βασιλειας των ουσων εις πιστιν και οι επ' αυτων και οι αρχοντες εστωσαν εξ αυτων και πορευεσθωσαν τοις νομοις αυτων καθα και προσεταξεν ο βασιλευς εν γη ιουδα

38 και τους τρεις νομους τους προστεθεντας τη ιουδαια απο της χωρας σαμαρειας προστεθητω τη ιουδαια προς το λογισθηναι του γενεσθαι υφ' ενα του μη υπακουσαι αλλης εξουσιας αλλ' η του αρχιερεως

39 πτολεμαιδα και την προσκυρουσαν αυτη δεδωκα δομα τοις αγιοις τοις εν ιερουσαλημ εις την καθηκουσαν δαπανην τοις αγιοις

40 καγω διδωμι κατ' ενιαυτον δεκα πεντε χιλιαδας σικλων αργυριου απο των λογων του βασιλεως απο των τοπων των ανηκοντων

41 και παν το πλεοναζον ο ουκ απεδιδοσαν απο των χρειων ως εν τοις πρωτοις ετεσιν απο του νυν δωσουσιν εις τα εργα του οικου

42 και επι τουτοις πεντακισχιλιους σικλους αργυριου ους ελαμβανον απο των χρειων του αγιου απο του λογου κατ' ενιαυτον και ταυτα αφιεται δια το ανηκειν αυτα τοις ιερευσιν τοις λειτουργουσιν

43 και οσοι εαν φυγωσιν εις το ιερον το εν ιεροσολυμοις και εν πασιν τοις οριοις αυτου οφειλων βασιλικα και παν πραγμα απολελυσθωσαν και παντα οσα εστιν αυτοις εν τη βασιλεια μου

44 και του οικοδομηθηναι και επικαινισθηναι τα εργα των αγιων και η δαπανη δοθησεται εκ του λογου του βασιλεως

45 και του οικοδομηθηναι τα τειχη ιερουσαλημ και οχυρωσαι κυκλοθεν και η δαπανη δοθησεται εκ του λογου του βασιλεως και του οικοδομηθηναι τα τειχη εν τη ιουδαια

46 ως δε ηκουσεν ιωναθαν και ο λαος τους λογους τουτους ουκ επιστευσαν αυτοις ουδε επεδεξαντο οτι επεμνησθησαν της κακιας της μεγαλης ης εποιησεν εν ισραηλ και εθλιψεν αυτους σφοδρα

47 και ευδοκησαν εν αλεξανδρω οτι αυτος εγενετο αυτοις αρχηγος λογων ειρηνικων και συνεμαχουν αυτω πασας τας ημερας

48 και συνηγαγεν αλεξανδρος ο βασιλευς δυναμεις μεγαλας και παρενεβαλεν εξ εναντιας δημητριου

49 και συνηψαν πολεμον οι δυο βασιλεις και εφυγεν η παρεμβολη δημητριου και εδιωξεν αυτον ο αλεξανδρος και ισχυσεν επ' αυτους

50 και εστερεωσεν τον πολεμον σφοδρα εως εδυ ο ηλιος και επεσεν ο δημητριος εν τη ημερα εκεινη

51 και απεστειλεν αλεξανδρος προς πτολεμαιον βασιλεα αιγυπτου πρεσβεις κατα τους λογους τουτους λεγων

52 επει ανεστρεψα εις την βασιλειαν μου και ενεκαθισα επι θρονου πατερων μου και εκρατησα της αρχης και συνετριψα τον δημητριον και επεκρατησα της χωρας ημων

53 και συνηψα προς αυτον μαχην και συνετριβη αυτος και η παρεμβολη αυτου υφ' ημων και εκαθισαμεν επι θρονου βασιλειας αυτου

54 και νυν στησωμεν προς αυτους φιλιαν και νυν δος μοι την θυγατερα σου εις γυναικα και επιγαμβρευσω σοι και δωσω σοι δοματα και αυτη αξια σου

55 και απεκριθη πτολεμαιος ο βασιλευς λεγων αγαθη ημερα εν η επεστρεψας εις γην πατερων σου και εκαθισας επι θρονου βασιλειας αυτων

56 και νυν ποιησω σοι α εγραψας αλλα απαντησον εις πτολεμαιδα οπως ιδωμεν αλληλους και επιγαμβρευσω σοι καθως ειρηκας

57 και εξηλθεν πτολεμαιος εξ αιγυπτου αυτος και κλεοπατρα η θυγατηρ αυτου και ηλθεν εις πτολεμαιδα ετους δευτερου και εξηκοστου και εκατοστου

58 και απηντησεν αυτω αλεξανδρος ο βασιλευς και εξεδετο αυτω κλεοπατραν την θυγατερα αυτου και εποιησεν τον γαμον αυτης εν πτολεμαιδι καθως οι βασιλεις εν δοξη μεγαλη

59 και εγραψεν αλεξανδρος ο βασιλευς ιωναθη ελθειν εις συναντησιν αυτω

60 και επορευθη μετα δοξης εις πτολεμαιδα και απηντησεν τοις δυσιν βασιλευσι και εδωκεν αυτοις αργυριον και χρυσιον και τοις φιλοις αυτων και δοματα πολλα και ευρεν χαριν ενωπιον αυτων

61 και επισυνηχθησαν επ' αυτον ανδρες λοιμοι εξ ισραηλ ανδρες παρανομοι εντυχειν κατ' αυτου και ου προσεσχεν αυτοις ο βασιλευς

62 και προσεταξεν ο βασιλευς και εξεδυσαν ιωναθαν τα ιματια αυτου και ενεδυσαν αυτον πορφυραν και εποιησαν ουτως

63 και εκαθισεν αυτον ο βασιλευς μετ' αυτου και ειπεν τοις αρχουσιν αυτου εξελθατε μετ' αυτου εις μεσον της πολεως και κηρυξατε του μηδενα εντυγχανειν κατ' αυτου περι μηδενος πραγματος και μηδεις αυτω παρενοχλειτω περι παντος λογου

64 και εγενετο ως ειδον οι εντυγχανοντες την δοξαν αυτου καθως εκηρυξεν και περιβεβλημενον αυτον πορφυραν και εφυγον παντες

65 και εδοξασεν αυτον ο βασιλευς και εγραψεν αυτον των πρωτων φιλων και εθετο αυτον στρατηγον και μεριδαρχην

66 και επεστρεψεν ιωναθαν εις ιερουσαλημ μετ' ειρηνης και ευφροσυνης

67 και εν ετει πεμπτω και εξηκοστω και εκατοστω ηλθεν δημητριος υιος δημητριου εκ κρητης εις την γην των πατερων αυτου

68 και ηκουσεν αλεξανδρος ο βασιλευς και ελυπηθη σφοδρα και υπεστρεψεν εις αντιοχειαν

69 και κατεστησεν δημητριος απολλωνιον τον οντα επι κοιλης συριας και συνηγαγεν δυναμιν μεγαλην και παρενεβαλεν επι ιαμνειαν και απεστειλεν προς ιωναθαν τον αρχιερεα λεγων

70 συ μονωτατος επαιρη εφ' ημας εγω δε εγενηθην εις καταγελωτα και εις ονειδισμον δια σε και δια τι συ εξουσιαζη εφ' ημας εν τοις ορεσι

71 νυν ουν ει πεποιθας επι ταις δυναμεσιν σου καταβηθι προς ημας εις το πεδιον και συγκριθωμεν εαυτοις εκει οτι μετ' εμου εστιν δυναμις των πολεων

72 ερωτησον και μαθε τις ειμι και οι λοιποι οι βοηθουντες ημιν και λεγουσιν ουκ εστιν υμιν στασις ποδος κατα προσωπον ημων οτι δις ετροπωθησαν οι πατερες σου εν τη γη αυτων

73 και νυν ου δυνηση υποστηναι την ιππον και δυναμιν τοιαυτην εν τω πεδιω οπου ουκ εστιν λιθος ουδε κοχλαξ ουδε τοπος του φυγειν

74 ως δε ηκουσεν ιωναθαν των λογων απολλωνιου εκινηθη τη διανοια και επελεξεν δεκα χιλιαδας ανδρων και εξηλθεν εξ ιερουσαλημ και συνηντησεν αυτω σιμων ο αδελφος αυτου επι βοηθειαν αυτω

75 και παρενεβαλεν επι ιοππην και απεκλεισαν αυτην οι εκ της πολεως οτι φρουρα απολλωνιου εν ιοππη και επολεμησαν αυτην

76 και φοβηθεντες ηνοιξαν οι εκ της πολεως και εκυριευσεν ιωναθαν ιοππης

77 και ηκουσεν απολλωνιος και παρενεβαλεν τρισχιλιαν ιππον και δυναμιν πολλην και επορευθη εις αζωτον ως διοδευων και αμα προηγεν εις το πεδιον δια το εχειν αυτον πληθος ιππου και πεποιθεναι επ' αυτη

78 και κατεδιωξεν οπισω αυτου εις αζωτον και συνηψαν αι παρεμβολαι εις πολεμον

79 και απελιπεν απολλωνιος χιλιαν ιππον κρυπτως κατοπισθεν αυτων

80 και εγνω ιωναθαν οτι εστιν ενεδρον κατοπισθεν αυτου και εκυκλωσαν αυτου την παρεμβολην και εξετιναξαν τας σχιζας εις τον λαον εκ πρωιθεν εως δειλης

81 ο δε λαος ειστηκει καθως επεταξεν ιωναθαν και εκοπιασαν οι ιπποι αυτων

82 και ειλκυσεν σιμων την δυναμιν αυτου και συνηψεν προς την φαλαγγα η γαρ ιππος εξελυθη και συνετριβησαν υπ' αυτου και εφυγον

83 και η ιππος εσκορπισθη εν τω πεδιω και εφυγον εις αζωτον και εισηλθον εις βηθδαγων το ειδωλιον αυτων του σωθηναι

84 και ενεπυρισεν ιωναθαν την αζωτον και τας πολεις τας κυκλω αυτης και ελαβεν τα σκυλα αυτων και το ιερον δαγων και τους συμφυγοντας εις αυτο ενεπυρισεν πυρι

85 και εγενοντο οι πεπτωκοτες μαχαιρα συν τοις εμπυρισθεισιν εις ανδρας οκτακισχιλιους

86 και απηρεν εκειθεν ιωναθαν και παρενεβαλεν επι ασκαλωνα και εξηλθον οι εκ της πολεως εις συναντησιν αυτω εν δοξη μεγαλη

87 και επεστρεψεν ιωναθαν εις ιερουσαλημ συν τοις παρ' αυτου εχοντες σκυλα πολλα

88 και εγενετο ως ηκουσεν αλεξανδρος ο βασιλευς τους λογους τουτους και προσεθετο ετι δοξασαι τον ιωναθαν

89 και απεστειλεν αυτω πορπην χρυσην ως εθος εστιν διδοσθαι τοις συγγενεσιν των βασιλεων και εδωκεν αυτω την ακκαρων και παντα τα ορια αυτης εις κληροδοσιαν

← 1 Maccabees 9   1 Maccabees 11 →

Přeložit:
Sdílet: