1 Maccabees 1

Greek OT: LXX [A] Unaccented

1 Maccabees 2 →

1 και εγενετο μετα το παταξαι αλεξανδρον τον φιλιππου μακεδονα ος εξηλθεν εκ γης χεττιιμ και επαταξεν τον δαρειον βασιλεα περσων και μηδων και εβασιλευσεν αντ' αυτου προτερον επι την ελλαδα

2 και συνεστησατο πολεμους πολλους και εκρατησεν οχυρωματων και εσφαξεν βασιλεις της γης

3 και διηλθεν εως ακρων της γης και ελαβεν σκυλα πληθους εθνων και ησυχασεν η γη ενωπιον αυτου και υψωθη και επηρθη η καρδια αυτου

4 και συνηξεν δυναμιν ισχυραν σφοδρα και ηρξεν χωρων εθνων και τυραννων και εγενοντο αυτω εις φορον

5 και μετα ταυτα επεσεν επι την κοιτην και εγνω οτι αποθνησκει

6 και εκαλεσεν τους παιδας αυτου τους ενδοξους τους συνεκτροφους αυτου εκ νεοτητος και διειλεν αυτοις την βασιλειαν αυτου ετι αυτου ζωντος

7 και εβασιλευσεν αλεξανδρος ετη δωδεκα και απεθανεν

8 και επεκρατησαν οι παιδες αυτου εκαστος εν τω τοπω αυτου

9 και επεθεντο παντες διαδηματα μετα το αποθανειν αυτον και οι υιοι αυτων οπισω αυτων ετη πολλα και επληθυναν κακα εν τη γη

10 και εξηλθεν εξ αυτων ριζα αμαρτωλος αντιοχος επιφανης υιος αντιοχου του βασιλεως ος ην ομηρα εν ρωμη και εβασιλευσεν εν ετει εκατοστω και τριακοστω και εβδομω βασιλειας ελληνων

11 εν ταις ημεραις εκειναις εξηλθον εξ ισραηλ υιοι παρανομοι και ανεπεισαν πολλους λεγοντες πορευθωμεν και διαθωμεθα διαθηκην μετα των εθνων των κυκλω ημων οτι αφ' ης εχωρισθημεν απ' αυτων ευρεν ημας κακα πολλα

12 και ηγαθυνθη ο λογος εν οφθαλμοις αυτων

13 και προεθυμηθησαν τινες απο του λαου και επορευθησαν προς τον βασιλεα και εδωκεν αυτοις εξουσιαν ποιησαι τα δικαιωματα των εθνων

14 και ωκοδομησαν γυμνασιον εν ιεροσολυμοις κατα τα νομιμα των εθνων

15 και εποιησαν εαυτοις ακροβυστιας και απεστησαν απο διαθηκης αγιας και εζευγισθησαν τοις εθνεσιν και επραθησαν του ποιησαι το πονηρον

16 και ητοιμασθη η βασιλεια ενωπιον αντιοχου και υπελαβεν βασιλευσαι γης αιγυπτου οπως βασιλευση επι τας δυο βασιλειας

17 και εισηλθεν εις αιγυπτον εν οχλω βαρει εν αρμασιν και ελεφασιν και εν ιππευσιν και εν στολω μεγαλω

18 και συνεστησατο πολεμον προς πτολεμαιον βασιλεα αιγυπτου και ενετραπη πτολεμαιος απο προσωπου αυτου και εφυγεν και επεσον τραυματιαι πολλοι

19 και κατελαβοντο τας πολεις τας οχυρας εν γη αιγυπτω και ελαβεν τα σκυλα γης αιγυπτου

20 και επεστρεψεν αντιοχος μετα το παταξαι αιγυπτον εν τω εκατοστω και τεσσαρακοστω και τριτω ετει και ανεβη επι ισραηλ και ανεβη εις ιεροσολυμα εν οχλω βαρει

21 και εισηλθεν εις το αγιασμα εν υπερηφανια και ελαβεν το θυσιαστηριον το χρυσουν και την λυχνιαν του φωτος και παντα τα σκευη αυτης

22 και την τραπεζαν της προθεσεως και τα σπονδεια και τας φιαλας και τας θυισκας τας χρυσας και το καταπετασμα και τους στεφανους και τον κοσμον τον χρυσουν τον κατα προσωπον του ναου και ελεπισεν παντα

23 και ελαβεν το αργυριον και το χρυσιον και τα σκευη τα επιθυμητα και ελαβεν τους θησαυρους τους αποκρυφους ους ευρεν

24 και λαβων παντα απηλθεν εις την γην αυτου και εποιησεν φονοκτονιαν και ελαλησεν υπερηφανιαν μεγαλην

25 και εγενετο πενθος μεγα επι ισραηλ εν παντι τοπω αυτων

26 και εστεναξαν αρχοντες και πρεσβυτεροι παρθενοι και νεανισκοι ησθενησαν και το καλλος των γυναικων ηλλοιωθη

27 πας νυμφιος ανελαβεν θρηνον και καθημενη εν παστω επενθει

28 και εσεισθη η γη επι τους κατοικουντας αυτην και πας ο οικος ιακωβ ενεδυσατο αισχυνην

29 μετα δυο ετη ημερων απεστειλεν ο βασιλευς αρχοντα φορολογιας εις τας πολεις ιουδα και ηλθεν εις ιερουσαλημ εν οχλω βαρει

30 και ελαλησεν αυτοις λογους ειρηνικους εν δολω και ενεπιστευσαν αυτω και επεπεσεν επι την πολιν εξαπινα και επαταξεν αυτην πληγην μεγαλην και απωλεσεν λαον πολυν εξ ισραηλ

31 και ελαβεν τα σκυλα της πολεως και ενεπρησεν αυτην πυρι και καθειλεν τους οικους αυτης και τα τειχη κυκλω

32 και ηχμαλωτισαν τας γυναικας και τα τεκνα και τα κτηνη εκληρονομησαν

33 και ωκοδομησαν την πολιν δαυιδ τειχει μεγαλω και οχυρω πυργοις οχυροις και εγενετο αυτοις εις ακραν

34 και εθηκαν εκει εθνος αμαρτωλον ανδρας παρανομους και ενισχυσαν εν αυτη

35 και παρεθεντο οπλα και τροφην και συναγαγοντες τα σκυλα ιερουσαλημ απεθεντο εκει και εγενοντο εις μεγαλην παγιδα

36 και εγενετο εις ενεδρον τω αγιασματι και εις διαβολον πονηρον τω ισραηλ δια παντος

37 και εξεχεαν αιμα αθωον κυκλω του αγιασματος και εμολυναν το αγιασμα

38 και εφυγον οι κατοικοι ιερουσαλημ δι' αυτους και εγενετο κατοικια αλλοτριων και εγενετο αλλοτρια τοις γενημασιν αυτης και τα τεκνα αυτης εγκατελιπον αυτην

39 το αγιασμα αυτης ηρημωθη ως ερημος αι εορται αυτης εστραφησαν εις πενθος τα σαββατα αυτης εις ονειδισμον η τιμη αυτης εις εξουδενωσιν

40 κατα την δοξαν αυτης επληθυνθη η ατιμια αυτης και το υψος αυτης εστραφη εις πενθος

41 και εγραψεν ο βασιλευς παση τη βασιλεια αυτου ειναι παντας εις λαον ενα

42 και εγκαταλιπειν εκαστον τα νομιμα αυτου και επεδεξαντο παντα τα εθνη κατα τον λογον του βασιλεως

43 και πολλοι απο ισραηλ ευδοκησαν τη λατρεια αυτου και εθυσαν τοις ειδωλοις και εβεβηλωσαν το σαββατον

44 και απεστειλεν ο βασιλευς βιβλια εν χειρι αγγελων εις ιερουσαλημ και τας πολεις ιουδα πορευθηναι οπισω νομιμων αλλοτριων της γης

45 και κωλυσαι ολοκαυτωματα και θυσιαν και σπονδην εκ του αγιασματος και βεβηλωσαι σαββατα και εορτας

46 και μιαναι αγιασμα και αγιους

47 οικοδομησαι βωμους και τεμενη και ειδωλια και θυειν υεια και κτηνη κοινα

48 και αφιεναι τους υιους αυτων απεριτμητους βδελυξαι τας ψυχας αυτων εν παντι ακαθαρτω και βεβηλωσει

49 ωστε επιλαθεσθαι του νομου και αλλαξαι παντα τα δικαιωματα

50 και ος αν μη ποιηση κατα τον λογον του βασιλεως αποθανειται

51 κατα παντας τους λογους τουτους εγραψεν παση τη βασιλεια αυτου και εποιησεν επισκοπους επι παντα τον λαον και ενετειλατο ταις πολεσιν ιουδα θυσιαζειν κατα πολιν και πολιν

52 και συνηθροισθησαν απο του λαου πολλοι προς αυτους πας ο εγκαταλειπων τον νομον και εποιησαν κακα εν τη γη

53 και εθεντο τον ισραηλ εν κρυφοις εν παντι φυγαδευτηριω αυτων

54 και τη πεντεκαιδεκατη ημερα χασελευ τω πεμπτω και τεσσαρακοστω και εκατοστω ετει ωκοδομησεν βδελυγμα ερημωσεως επι το θυσιαστηριον και εν πολεσιν ιουδα κυκλω ωκοδομησαν βωμους

55 και επι των θυρων των οικιων και εν ταις πλατειαις εθυμιων

56 και τα βιβλια του νομου α ευρον ενεπυρισαν εν πυρι κατασχισαντες

57 και οπου ευρισκετο παρα τινι βιβλιον διαθηκης και ει τις συνευδοκει τω νομω το συγκριμα του βασιλεως εθανατου αυτον

58 εν ισχυι αυτων εποιουν τω ισραηλ τοις ευρισκομενοις εν παντι μηνι και μηνι εν ταις πολεσιν

59 και τη πεμπτη και εικαδι του μηνος θυσιαζοντες επι τον βωμον ος ην επι του θυσιαστηριου

60 και τας γυναικας τας περιτετμηκυιας τα τεκνα αυτων εθανατωσαν κατα το προσταγμα

61 και εκρεμασαν τα βρεφη εκ των τραχηλων αυτων και τους οικους αυτων και τους περιτετμηκοτας αυτους

62 και πολλοι εν ισραηλ εκραταιωθησαν και ωχυρωθησαν εν αυτοις του μη φαγειν κοινα

63 και επεδεξαντο αποθανειν ινα μη μιανθωσιν τοις βρωμασιν και μη βεβηλωσωσιν διαθηκην αγιαν και απεθανον

64 και εγενετο οργη μεγαλη επι ισραηλ σφοδρα

1 Maccabees 2 →

Přeložit:
Sdílet: