1 Esdras 6

Greek OT: LXX [A] Unaccented

← 1 Esdras 5   1 Esdras 7 →

1 εν δε τω δευτερω ετει της του δαρειου βασιλειας επροφητευσεν αγγαιος και ζαχαριας ο του εδδι οι προφηται επι τους ιουδαιους τους εν τη ιουδαια και ιερουσαλημ επι τω ονοματι κυριου θεου ισραηλ επ' αυτους

2 τοτε στας ζοροβαβελ ο του σαλαθιηλ και ιησους ο του ιωσεδεκ ηρξαντο οικοδομειν τον οικον του κυριου τον εν ιερουσαλημ συνοντων των προφητων του κυριου βοηθουντων αυτοις

3 εν αυτω τω χρονω παρην προς αυτους σισιννης ο επαρχος συριας και φοινικης και σαθραβουζανης και οι συνεταιροι και ειπαν αυτοις

4 τινος υμιν συνταξαντος τον οικον τουτον οικοδομειτε και την στεγην ταυτην και ταλλα παντα επιτελειτε και τινες εισιν οι οικοδομοι οι ταυτα επιτελουντες

5 και εσχοσαν χαριν επισκοπης γενομενης επι την αιχμαλωσιαν παρα του κυριου οι πρεσβυτεροι των ιουδαιων

6 και ουκ εκωλυθησαν της οικοδομης μεχρι του υποσημανθηναι δαρειω περι αυτων και προσφωνηθηναι

7 αντιγραφον επιστολης ης εγραψεν δαρειω και απεστειλεν σισιννης ο επαρχος συριας και φοινικης και σαθραβουζανης και οι συνεταιροι οι εν συρια και φοινικη ηγεμονες

8 βασιλει δαρειω χαιρειν παντα γνωστα εστω τω κυριω ημων τω βασιλει οτι παραγενομενοι εις την χωραν της ιουδαιας και ελθοντες εις ιερουσαλημ την πολιν κατελαβομεν της αιχμαλωσιας τους πρεσβυτερους των ιουδαιων εν ιερουσαλημ τη πολει οικοδομουντας οικον τω κυριω μεγαν καινον δια λιθων ξυστων πολυτελων ξυλων τιθεμενων εν τοις τοιχοις

9 και τα εργα εκεινα επι σπουδης γιγνομενα και ευοδουμενον το εργον εν ταις χερσιν αυτων και εν παση δοξη και επιμελεια συντελουμενα

10 τοτε επυνθανομεθα των πρεσβυτερων τουτων λεγοντες τινος υμιν προσταξαντος οικοδομειτε τον οικον τουτον και τα εργα ταυτα θεμελιουτε

11 επηρωτησαμεν ουν αυτους εινεκεν του γνωρισαι σοι και γραψαι σοι τους ανθρωπους τους αφηγουμενους και την ονοματογραφιαν ητουμεν αυτους των προκαθηγουμενων

12 οι δε απεκριθησαν ημιν λεγοντες ημεις εσμεν παιδες του κυριου του κτισαντος τον ουρανον και την γην

13 και ωκοδομητο ο οικος εμπροσθεν ετων πλειονων δια βασιλεως του ισραηλ μεγαλου και ισχυρου και επετελεσθη

14 και επει οι πατερες ημων παραπικραναντες ημαρτον εις τον κυριον του ισραηλ τον ουρανιον παρεδωκεν αυτους εις χειρας ναβουχοδονοσορ βασιλεως βαβυλωνος βασιλεως των χαλδαιων

15 τον τε οικον καθελοντες ενεπυρισαν και τον λαον ηχμαλωτευσαν εις βαβυλωνα

16 εν δε τω πρωτω ετει βασιλευοντος κυρου χωρας βαβυλωνιας εγραψεν ο βασιλευς κυρος οικοδομησαι τον οικον τουτον

17 και τα ιερα σκευη τα χρυσα και τα αργυρα α εξηνεγκεν ναβουχοδονοσορ εκ του οικου του εν ιερουσαλημ και απηρεισατο αυτα εν τω εαυτου ναω παλιν εξηνεγκεν αυτα κυρος ο βασιλευς εκ του ναου του εν βαβυλωνι και παρεδοθη ζοροβαβελ και σαναβασσαρω τω επαρχω

18 και επεταγη αυτω απενεγκαντι παντα τα σκευη ταυτα αποθειναι εν τω ναω τω εν ιερουσαλημ και τον ναον του κυριου τουτον οικοδομηθηναι επι του τοπου

19 τοτε ο σαναβασσαρος εκεινος παραγενομενος ενεβαλετο τους θεμελιους του οικου κυριου του εν ιερουσαλημ και απ' εκεινου μεχρι του νυν οικοδομουμενος ουκ ελαβεν συντελειαν

20 νυν ουν ει κρινεται βασιλευ επισκεπητω εν τοις βασιλικοις βιβλιοφυλακιοις του κυριου βασιλεως τοις εν βαβυλωνι

21 και εαν ευρισκηται μετα της γνωμης κυρου του βασιλεως γενομενην την οικοδομην του οικου κυριου του εν ιερουσαλημ και κρινηται τω κυριω βασιλει ημων προσφωνησατω ημιν περι τουτων

22 τοτε ο βασιλευς δαρειος προσεταξεν επισκεψασθαι εν τοις βασιλικοις βιβλιοφυλακιοις τοις κειμενοις εν βαβυλωνι και ευρεθη εν εκβατανοις τη βαρει τη εν μηδια χωρα τομος εις εν ω υπεμνηματιστο ταδε

23 ετους πρωτου βασιλευοντος κυρου βασιλευς κυρος προσεταξεν τον οικον του κυριου τον εν ιερουσαλημ οικοδομησαι οπου επιθυουσιν δια πυρος ενδελεχους

24 ου το υψος πηχεων εξηκοντα πλατος πηχεων εξηκοντα δια δομων λιθινων ξυστων τριων και δομου ξυλινου εγχωριου καινου ενος και το δαπανημα δοθηναι εκ του οικου κυρου του βασιλεως

25 και τα ιερα σκευη του οικου κυριου τα τε χρυσα και τα αργυρα α εξηνεγκεν ναβουχοδονοσορ εκ του οικου του εν ιερουσαλημ και απηνεγκεν εις βαβυλωνα αποκατασταθηναι εις τον οικον τον εν ιερουσαλημ ου ην κειμενα οπως τεθη εκει

26 προσεταξεν δε επιμεληθηναι σισιννη επαρχω συριας και φοινικης και σαθραβουζανη και τοις συνεταιροις και τοις αποτεταγμενοις εν συρια και φοινικη ηγεμοσιν απεχεσθαι του τοπου εασαι δε τον παιδα του κυριου ζοροβαβελ επαρχον δε της ιουδαιας και τους πρεσβυτερους των ιουδαιων τον οικον του κυριου εκεινον οικοδομειν επι του τοπου

27 καγω δε επεταξα ολοσχερως οικοδομησαι και ατενισαι ινα συμποιωσιν τοις εκ της αιχμαλωσιας της ιουδαιας μεχρι του επιτελεσθηναι τον οικον του κυριου

28 και απο της φορολογιας κοιλης συριας και φοινικης επιμελως συνταξιν διδοσθαι τουτοις τοις ανθρωποις εις θυσιας τω κυριω ζοροβαβελ επαρχω εις ταυρους και κριους και αρνας

29 ομοιως δε και πυρον και αλα και οινον και ελαιον ενδελεχως κατ' ενιαυτον καθως αν οι ιερεις οι εν ιερουσαλημ υπαγορευσωσιν αναλισκεσθαι καθ' ημεραν αναμφισβητητως

30 οπως προσφερωνται σπονδαι τω θεω τω υψιστω υπερ του βασιλεως και των παιδων και προσευχωνται περι της αυτων ζωης

31 και προσεταξεν ινα οσοι εαν παραβωσιν τι των προειρημενων και των προσγεγραμμενων η και ακυρωσωσιν λημφθηναι ξυλον εκ των ιδιων αυτου και επι τουτου κρεμασθηναι και τα υπαρχοντα αυτου ειναι βασιλικα

32 δια ταυτα και ο κυριος ου το ονομα αυτου επικεκληται εκει αφανισαι παντα βασιλεα και εθνος ος εκτενει την χειρα αυτου κωλυσαι η κακοποιησαι τον οικον του κυριου εκεινον τον εν ιερουσαλημ

33 εγω βασιλευς δαρειος δεδογματικα επιμελως κατα ταυτα γιγνεσθαι

← 1 Esdras 5   1 Esdras 7 →

Přeložit:
Sdílet: