Tobit 9

Study

             

1 καὶ ἐκάλεσεν τωβιας τὸν ραφαηλ καὶ εἶπεν αὐτῷ

2 αζαρια ἄδελφε λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν ῥάγοις τῆς μηδίας παρὰ γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον

3 διότι ὀμώμοκεν ραγουηλ μὴ ἐξελθεῖν με

4 καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω μέγα ὀδυνηθήσεται λίαν

5 καὶ ἐπορεύθη ραφαηλ καὶ ηὐλίσθη παρὰ γαβαήλῳ καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ

6 καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον καὶ εὐλόγησεν τωβιας τὴν γυναῖκα αὐτοῦ