Psalm of Solomon 7

Greek OT: LXX [A] Accented

← Psalm of Solomon 6   Psalm of Solomon 8 →

1 μὴ ἀποσκηνώσῃς ἀφ' ἡμῶν ὁ θεός ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἳ ἐμίσησαν ἡμᾶς δωρεάν

2 ὅτι ἀπώσω αὐτούς ὁ θεός μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιάσματός σου

3 σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς καὶ μὴ δῷς ἔθνεσιν

4 ἐὰν γὰρ ἀποστείλῃς θάνατον σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν

5 ὅτι σὺ ἐλεήμων καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς

6 ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα καὶ οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος

7 ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε καὶ σὺ ἐπακούσῃ ἡμῶν

8 ὅτι σὺ οἰκτιρήσεις τὸ γένος ισραηλ εἰς τὸν αἰῶνα καὶ οὐκ ἀπώσῃ

9 καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα καὶ μάστιγα παιδείας σου

10 κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεώς σου τοῦ ἐλεῆσαι τὸν οἶκον ιακωβ εἰς ἡμέραν ἐν ᾗ ἐπηγγείλω αὐτοῖς πσσολ τῷ σαλωμων εἰς νεῖκος

← Psalm of Solomon 6   Psalm of Solomon 8 →

Přeložit:
Sdílet: