Psalm of Solomon 5

Greek OT: LXX [A] Accented

← Psalm of Solomon 4   Psalm of Solomon 6 →

1 κύριε ὁ θεός αἰνέσω τῷ ὀνόματί σου ἐν ἀγαλλιάσει ἐν μέσῳ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαια

2 ὅτι σὺ χρηστὸς καὶ ἐλεήμων ἡ καταφυγὴ τοῦ πτωχοῦ ἐν τῷ κεκραγέναι με πρὸς σὲ μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ

3 οὐ γὰρ λήψεταί τις σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ καὶ τίς λήψεται ἀπὸ πάντων ὧν ἐποίησας ἐὰν μὴ σὺ δῷς

4 ὅτι ἄνθρωπος καὶ ἡ μερὶς αὐτοῦ παρὰ σοῦ ἐν σταθμῷ οὐ προσθήσει τοῦ πλεονάσαι παρὰ τὸ κρίμα σου ὁ θεός

5 ἐν τῷ θλίβεσθαι ἡμᾶς ἐπικαλεσόμεθά σε εἰς βοήθειαν καὶ σὺ οὐκ ἀποστρέψῃ τὴν δέησιν ἡμῶν ὅτι σὺ ὁ θεὸς ἡμῶν εἶ

6 μὴ βαρύνῃς τὴν χεῖρά σου ἐφ' ἡμᾶς ἵνα μὴ δι' ἀνάγκην ἁμάρτωμεν

7 καὶ ἐὰν μὴ ἐπιστρέψῃς ἡμᾶς οὐκ ἀφεξόμεθα ἀλλ' ἐπὶ σὲ ἥξομεν

8 ἐὰν γὰρ πεινάσω πρὸς σὲ κεκράξομαι ὁ θεός καὶ σὺ δώσεις μοι

9 τὰ πετεινὰ καὶ τοὺς ἰχθύας σὺ τρέφεις ἐν τῷ διδόναι σε ὑετὸν ἐρήμοις εἰς ἀνατολὴν χλόης

10 ἡτοίμασας χορτάσματα ἐν ἐρήμῳ παντὶ ζῶντι καὶ ἐὰν πεινάσωσιν πρὸς σὲ ἀροῦσιν πρόσωπον αὐτῶν

11 τοὺς βασιλεῖς καὶ ἄρχοντας καὶ λαοὺς σὺ τρέφεις ὁ θεός καὶ πτωχοῦ καὶ πένητος ἡ ἐλπὶς τίς ἐστιν εἰ μὴ σύ κύριε

12 καὶ σὺ ἐπακούσῃ ὅτι τίς χρηστὸς καὶ ἐπιεικὴς ἀλλ' ἢ σὺ εὐφρᾶναι ψυχὴν ταπεινοῦ ἐν τῷ ἀνοῖξαι χεῖρά σου ἐν ἐλέει

13 ἡ χρηστότης ἀνθρώπου ἐν φειδοῖ καὶ ἡ αὔριον καὶ ἐὰν δευτερώσῃ ἄνευ γογγυσμοῦ καὶ τοῦτο θαυμάσειας

14 τὸ δὲ δόμα σου πολὺ μετὰ χρηστότητος καὶ πλούσιον καὶ οὗ ἐστιν ἡ ἐλπὶς ἐπὶ σέ οὐ φείσεται ἐν δόματι

15 ἐπὶ πᾶσαν τὴν γῆν τὸ ἔλεός σου κύριε ἐν χρηστότητι

16 μακάριος οὗ μνημονεύει ὁ θεὸς ἐν συμμετρίᾳ αὐταρκείας ἐὰν ὑπερπλεονάσῃ ὁ ἄνθρωπος ἐξαμαρτάνει

17 ἱκανὸν τὸ μέτριον ἐν δικαιοσύνῃ καὶ ἐν τούτῳ ἡ εὐλογία κυρίου εἰς πλησμονὴν ἐν δικαιοσύνῃ

18 εὐφρανθείησαν οἱ φοβούμενοι κύριον ἐν ἀγαθοῖς καὶ ἡ χρηστότης σου ἐπὶ ισραηλ ἐν τῇ βασιλείᾳ σου

19 εὐλογημένη ἡ δόξα κυρίου ὅτι αὐτὸς βασιλεὺς ἡμῶν πσσολ ἐν ἐλπίδι τῷ σαλωμων

← Psalm of Solomon 4   Psalm of Solomon 6 →

Přeložit:
Sdílet: